Kitap 2
77
ὅτι ἀρτύματα εὕρηται παρὰ Σοφοκλεῖ· καὶ βορᾶς ἀρτύματα. καὶ παρ’ Αἰσχύλῳ · διαβρέχεις τἀρτύματα. καὶ Θεόπομπος δέ φησι· πολλοὶ μὲν ἀρτυμάτων μέδιμνοι, πολλοὶ δὲ σάκκοι καὶ θύλακοι βιβλίων καὶ τῶν ἄλλων ἁπάντων τῶν χρησίμων πρὸς τὸν βίον. τὸ δὲ ῥῆμα κεῖται παρὰ Σοφοκλεῖ· ἐγὼ μάγειρος ἀρτύσω σοφῶς. Κρατῖνος· γλαῦκον οὐ πρὸς παντὸς ἀνδρός ἐστιν ἀρτῦσαι καλῶς. Εὔπολις· ὄψῳ πονηρῷ πολυτελῶς ἠρτυμένῳ. ὅτι ἀρτύματα ταῦτα καταλέγει που Ἀντιφάνης· ἀστάφιδος, ἁλῶν, σιραίου, σιλφίου, τυροῦ, θύμου, σησάμου, νίτρου, κυμίνου, ῥοῦ, μέλιτος, ὀριγάνου, βοτανίων, ὄξους, ἐλαῶν, εἰς ἀβυρτάκην χλόης, καππάριδος, ᾠῶν, ταρίχους, καρδάμων, θρίων, ὀποῦ. ὅτι οἴδασιν οἱ παλαιοὶ τὸ Αἰθιοπικὸν καλούμενον κύμινον. ὅτι εἴρηται ἀρσενικῶς ὁ θύμος καὶ ὁ ὀρίγανος. Ἀναξανδρίδης · ἀσφάραγον σχῖνόν τε τεμὼν καὶ ὀρίγανον, ὃς δὴ σεμνύνει τὸ τάριχον ὁμοῦ μιχθεὶς κοριάννῳ. Ἴων αὐτὰρ ὃ γ’ ἐμμαπέως τὸν ὀρίγανον ἐν χερὶ κεύθει. θηλυκῶς δὲ Πλάτων ἢ Κάνθαρος· ἢ ᾽ξ Ἀρκαδίας οὕτω δριμυτάτην ὀρίγανον. οὐδετέρως δ’ Ἐπίχαρμος καὶ Ἀμειψίας. τὸν δὲ θύμον ἀρσενικῶς Νίκανδρος ἐν Μελισσουργικοῖς.