Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 2

80 Νίκανδρος δ’ ὁ Κολοφώνιος ἐν βʹ Γλωσσῶν (fr. 120 Schn) βρένθιν λέγεσθαί φησι παρὰ Κυπρίοις θρίδακα, οὗ ὁ Ἄδωνις καταφυγὼν ὑπὸ τοῦ κάπρου διεφθάρη. Ἄμφις τε ἐν Ἰαλέμῳ φησίν (II 241 K)· ἐν ταῖς θριδακίναις ταῖς κάκιστ’ ἀπολουμέναις, ἃς εἰ φάγοι τις ἐντὸς ἑξήκοντ’ ἐτῶν, ὁπότε γυναικὸς λαμβάνοι κοινωνίαν, στρέφοιθ’ ὅλην τὴν νύκτ’ ἂν οὐδὲ ἓν πλέον ὧν βούλεται δρῶν, ἀντὶ τῆς ὑπουργίας τῇ χειρὶ τρίβων τὴν ἀναγκαίαν τύχην. καὶ Καλλίμαχος δέ φησιν (fr. 371 Schn.) ὅτι ἡ Ἀφροδίτη τὸν Ἄδωνιν ἐν θριδακίνῃ κρύψειεν, ἀλληγορούντων τῶν ποιητῶν ὅτι ἀσθενεῖς εἰσι πρὸς ἀφροδίσια οἱ συνεχῶς χρώμενοι θρίδαξι. καὶ Εὔβουλος δ’ ἐν Ἀστύτοις φησί (II 169 K)· μὴ παρατίθει σύ μοι θριδακίνας, ὦ γύναι, ἐπὶ τὴν τράπεζαν, ἢ σεαυτὴν αἰτιῶ. ἐν τῷ λαχάνῳ τούτῳ γάρ, ὡς λόγος, ποτὲ τὸν Ἄδωνιν ἀποθανόντα προὔθηκεν Κύπρις· ὥστ’ ἐστὶ νεκύων βρῶμα. Κρατῖνος δέ φησι (I 110 K) Φάωνος ἐρασθεῖσαν τὴν Ἀφροδίτην ἐν ‘καλαῖς θριδακίναις’ αὐτὸν ἀποκρύψαι, Μαρσύας δ’ ὁ νεώτερος (scr. Al. M. p. 46) ἐν χλόῃ κριθῶν. Ἱππώνακτα δὲ (fr. 135) τετρακίνην τὴν θρίδακα καλεῖν Πάμφιλος ἐν Γλώσσαις φησί, Κλείταρχος δὲ Φρύγας οὕτω καλεῖν. Λύκος δ’ ὁ Πυθαγόρειος τὴν ἐκ γενέσεώς φησι θρίδακα πλατύφυλλον τετανὴν ἄκαυλον ὑπὸ μὲν τῶν Πυθαγορείων λέγεσθαι εὐνοῦχον, ὑπὸ δὲ τῶν γυναικῶν ἀστύτιδα· διουρητικοὺς γὰρ παρασκευάζει καὶ ἐκλύτους πρὸς τὰ ἀφροδίσια· ἐστὶ δὲ κρατίστη ἐσθίεσθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi