Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 2

86 ἔργον ἐστὶν εἰς τρίκλινον συγγενείας εἰσπεσεῖν· οὗ λαβὼν τὴν κύλικα πρῶτος ἄρχεται λόγου πατήρ, καὶ παραινέσας πέπωκεν, εἶτα μήτηρ δευτέρα, εἶτα τηθὶς παραλαλεῖ τις, εἶτα βαρύφωνος γέρων, τηθίδος πατήρ, ἔπειτα γραῦς καλοῦσα φίλτατον· ὃ δ’ ἐπινεύει πᾶσι τούτοις, φησὶ Μένανδρος (IV 237 M). πάλιν (p. 243)· τῆς σκιᾶς τὴν πορφύραν πρῶτον ἐνυφαίνουσ᾽, εἶτα μετὰ τὴν πορφύραν τοῦτ’ ἐστίν, οὔτε λευκὸν οὔτε πορφύρα, ἀλλ’ ὥσπερ αὐγὴ τῆς κρόκης κεκραμένη. Ἀντιφάνης (II 119 K)· τί φής; ἐνθάδ’ οἴσεις τι καταφαγεῖν ἐπὶ τὴν θύραν; εἶθ’ ὥσπερ οἱ πτωχοὶ χαμαὶ ἐνθάδ’ ἔδομαι .... καί τις ὄψεται. ὁ αὐτός (ibid)· εὐτρέπιζε δὴ ψυκτῆρα, λεκάνην, τριπόδιον, ποτήριον, χύτραν, θυίαν, κάκκαβον, ζωμήρυσιν.
← Önceki 65 / 65

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi