Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 2

9 οὐδεὶς φιλοπότης ἐστὶν ἄνθρωπος κακός. ὁ γάρ διμάτωρ Βρόμιος οὐ χαίρει συνὼν ἀνδράσι πονηροῖς οὐδ’ ἀπαιδεύτῳ βίῳ, φησὶν Ἄλεξις, καὶ ὅτι οἶνος φιλολόγους πάντας ποιεῖ τοὺς πλείονα πίνοντας αὐτόν. ὁ δὲ ποιήσας τὸ εἰς Κρατῖνον ἐπίγραμμά φησιν οἶνός τοι χαρίεντι πέλει μέγας ἵππος ἀοιδῷ, ὕδωρ δὲ πίνων χρηστὸν οὐδὲν ἂν τέκοις, ταῦτ’ ἔλεγεν, Διόνυσε, καὶ ἔπνεεν οὐχ ἑνὸς ἀσκοῦ Κρατῖνος, ἀλλὰ παντὸς ὠδώδει πίθου. τοιγάρ οἱ στεφάνων δόμος ἔβρυεν, εἶχε δὲ κιττῷ μέτωπον οἷα καὶ σὺ κεκροκωμένον. πολέμων φησὶν ἐν Μουνυχίᾳ ἥρωα Ἀκρατοπότην τιμᾶσθαι, παρὰ δὲ Σπαρτιάταις Μάττωνα καὶ Κεράωνα ἥρωας ὑπό τινων μαγείρων ἱδρῦσθαι ἐν τοῖς φειδιτίοις. τιμᾶται δὲ καὶ ἐν Ἀχαίᾳ Δειπνεὺς ἀπὸ τῶν δείπνων σχὼν τὴν προσηγορίαν. ἐκ τροφῆς ξηρᾶς οὔτ’ ἂν σκώμματα γένοιτο, οὔτ’ αὐτοσχέδια ποιήματα, ἀλλὰ μὴν οὐδὲ κόμπος οὐδὲ ψυχῆς ἀλαζονεία, καλῶς οὖν ἐν τῷ πῆ ἔβαν εὐχωλαὶ ἃς ἐν Λήμνῳ ἠγοράασθε, ἔσθοντες κρέα πολλὰ καὶ πίνοντες οἴνου κρατῆρας ἐπιστεφέας ἐπεσημήνατο ὁ γραμματικὸς Ἀρίσταρχος περιγράφων τὸν στίχον, ὃς ἀπὸ κρεωφαγίας αὐχεῖν ποιεῖ τοὺς Ἕλληνας. οὐ γὰρ ἀπὸ πάσης εὐθυμίας καὶ πληρώσεως τὸ καυχᾶσθαι καὶ σκώπτειν καὶ γελοιάζειν, ἀπὸ δὲ τῆς ἀλλοιούσης τὴν γνώμην καὶ πρὸς τὸ ψευδὲς τρεπούσης, ἣ γίνεται κατὰ τὴν μέθην.
10 διὸ Βακχυλίδης φησί· γλυκεῖ’ ἀνάγκα σευομένα κυλίκων θάλπησι θυμὸν Κύπριδος δ’ ἐλπὶς διαιθύσσει φρένας ἀμμιγνυμένα Διονυσίοισι δώροις. ἀνδράσι δ’ ὑψοτάτω πέμπει μερίμνας· αὐτίκα μὲν πόλεων κρήδεμνα λύει, πᾶσι δ’ ἀνθρώποις μοναρχήσειν δοκεῖ. χρυσῷ δ’ ἐλέφαντί τε μαρμαίρουσιν οἶκοι πυροφόροι δὲ κατ’ αἰγλήεντα πόντον νῆες ἄγουσιν ἀπ’ Αἰγύπτου μέγιστον πλοῦτον· ὣς πίνοντος ὁρμαίνει κέαρ, Σοφοκλῆς δέ φησι· τὸ μεθύειν πημονῆς λυτήριον. οἱ δ’ ἄλλοι ποιηταί φασι τὸν οἶνον ἐύφρονα καρπὸν ἀρούρης. καὶ ὁ τῶν ποιητῶν δὲ βασιλεὺς τὸν Ὀδυσσέα παράγει λέγοντα; ὃς δὲ κ’ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς πανημέριος πολεμίζῃ, θαρσαλέον νὺ οἱ ἦτορ, καὶ τὰ ἑξῆς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi