Kitap 3
20
Νίκανδρος δ’ ὁ Θυατειρηνὸς τὰ κυδώνια μῆλα στρουθία φησὶ καλεῖσθαι ἀγνοῶν. Γλαυκίδης γὰρ ἱστορεῖ ἄριστα λέγων τῶν ἀκροδρύων εἶναι μῆλα κυδώνια, φαύλια, στρουθία.
21
κυδωνίων δὲ μήλων μνημονεύει Στησίχορος ἐν Ἑλένῃ οὕτως (fr. 29 B4)· πολλὰ μὲν κυδώνια μᾶλα ποτερρίπτουν ποτὶ δίφρον ἄνακτι, πολλὰ δὲ μύρσινα φύλλα καὶ ῥοδίνους στεφάνους ἴων τε κορωνίδας οὔλας. καὶ Ἀλκμάν (fr. 143). ἔτι δὲ Κάνθαρος ἐν Τηρεῖ (I 765 K)· κυδωνίοις μήλοισιν εἰς τὰ τιτθία. καὶ Φιλήμων δ’ ἐν Ἀγροίκῳ (II 478 K) τὰ κυδώνια μῆλα στρουθία καλεῖ. Φύλαρχος δ’ ἐν τῇ Ϛʹ τῶν ἱστοριῶν (FHG I 336) τὰ κυδώνιά φησι μῆλα τῇ εὐωδίᾳ καὶ τὰς τῶν θανασίμων φαρμάκων δυνάμεις ἀπαμβλύνειν. ‘τὸ γοῦν Φαριακὸν φάρμακον ἐμβληθέν, φησίν, εἰς ῥίσκον ἔτι ὀδωδότα ἀπὸ τῆς τῶν μήλων τούτων συνθέσεως ἐξίτηλον γενέσθαι μὴ τηρῆσαν τὴν ἰδίαν δύναμιν. κερασθὲν γοῦν καὶ δοθὲν πιεῖν τοῖς εἰς τοῦτο ἐνεδρευθεῖσιν ἀπαθεῖς αὐτοὺς διατηρῆσαι. ἐπιγνωσθῆναι δὲ τοῦτο ὕστερον ἐξ ἀνακρίσεως τοῦ τὸ φάρμακον πωλήσαντος καὶ ἐπιγνόντος τὸ γενόμενον ἐκ τῆς τῶν μήλων συνθέσεως.’
22
Ἕρμων δ’ ἐν Κρητικαῖς Γλώσσαις κοδύμαλα καλεῖσθαί φησι τὰ κυδώνια μῆλα. Πολέμων δ’ ἐν εʹ τῶν πρὸς Τίμαιον (fr. 43 Pr) ἄνθους γένος τὸ κοδύμαλον εἶναί τινας ἱστορεῖν. Ἀλκμὰν δὲ τὸ στρουθίον μῆλον, ὅταν λέγῃ (fr. 90)· ‘μεῖον ἢ κοδύμαλον.’ Ἀπολλόδωρος δὲ καὶ Σωσίβιος τὸ κυδώνιον μῆλον ἀκούουσιν. ὅτι δὲ διαφέρει τὸ κυδώνιον μῆλον τοῦ στρουθίου σαφῶς εἴρηκε Θεόφραστος ἐν βʹ τῆς ἱστορίας (2, 5).