Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 3

21 κυδωνίων δὲ μήλων μνημονεύει Στησίχορος ἐν Ἑλένῃ οὕτως πολλὰ μὲν κυδώνια μᾶλα ποτερρίπτουν ποτὶ δίφρον ἄνακτι, πολλὰ δὲ μύρσινα φύλλα καὶ ῥοδίνους στεφάνους ἴων τε κορωνίδας οὔλας, καὶ Ἀλκμάν, ἔτι δὲ Κάνθαρος ἐν Τηρεῖ· κυδωνίοις μήλοισιν εἰς τὰ τιτθία. καὶ Φιλήμων δ’ ἐν Ἀγροίκῳ τὰ κυδώνια μῆλα στρουθία καλεῖ. Φύλαρχος δ’ ἐν τῇ σ’ τῶν ἱστοριῶν τὰ κυδώνιά φησι μῆλα τῇ εὐωδίᾳ καὶ τὰς τῶν θανασίμων φαρμάκων δυνάμεις ἀπαμβλύνειν. τὸ γοῦν Φαριακὸν φάρμακον ἐμβληθέν, φησίν, εἰς ῥίσκον ἔτι ὀδωδότα ἀπὸ τῆς τῶν μήλων τούτων συνθέσεως ἐξίτηλον γενέσθαι μὴ τηρῆσαν τὴν ἰδίαν δύναμιν. κερασθὲν γοῦν καὶ δοθὲν πιεῖν τοῖς εἰς τοῦτο ἐνεδρευθεῖσιν ἀπαθεῖς αὐτοὺς διατηρῆσαι. ἐπιγνωσθῆναι δὲ τοῦτο ὕστερον ἐξ ἀνακρίσεως τοῦ τὸ φάρμακον πωλήσαντος καὶ ἐπιγνόντος τὸ γενόμενον ἐκ τῆς τῶν μήλων συνθέσεως.
22 Ἕρμων δ’ ἐν Κρητικαῖς Γλώσσαις κοδύμαλα καλεῖσθαί φησι τὰ κυδώνια μῆλα. πολέμων δ’ ἐν εʹ τῶν πρὸς Τίμαιον ἄνθους γένος τὸ κοδύμαλον εἶναί τινας ἱστορεῖν. Ἀλκμὰν δὲ τὸ στρουθίον μῆλον, ὅταν λέγῃ· μεῖον ἢ κοδύμαλον. Ἀπολλόδωρος δὲ καὶ Σωσίβιος τὸ κυδώνιον μῆλον ἀκούουσιν. ὅτι δὲ διαφέρει τὸ κυδώνιον μῆλον τοῦ στρουθίου σαφῶς εἴρηκε Θεόφραστος ἐν β’ τῆς ἱστορίας. διάφορα δὲ μῆλα γίνεται ἐν Σιδοῦντι, κώμη δ’ ἐστὶν αὕτη Κορίνθου, ὡς Εὐφορίων ἢ Ἀρχύτας ἐν Γεράνῳ φησὶν ὥριον οἷά τε μῆλον, ὅ τ’ ἀργιλώδεσιν ὄχθαις πορφύρεον ἐλαχείῃ ἐνιτρέφεται Σιδόεντι. μνημονεύει δ’ αὐτῶν καὶ Νίκανδρος ἐν Ἑτεροιουμένοις οὕτως · αὐτίχ’ ὅ γ’ ἢ Σιδόεντος ἠὲ Πλείστου ἀπὸ κήπων μῆλα ταμὼν χνοάοντα τύπους ἐνεμάσσετο Κάδμου. ὅτι δ’ ἡ Σιδοῦς τῆς Κορίνθου ἐστὶ κώμη Ῥιανὸς εἴρηκεν ἐν αʹ Ἡρακλείας καὶ Ἀπολλόδωρος ὁ Ἀθηναῖος ἐν εʹ περὶ νεῶν καταλόγου. Ἀντίγονος δὲ ὁ Καρύστιος ἐν Ἀντιπάτρῳ φησὶν ᾗχι μοι ὡραίων πολὺ φίλτερος ἡ δὲ ἀριμήλων πορφυρέων, Ἐφύρῃ τὰ τ’ ἀέξεται ἠνεμοέσσῃ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi