Kitap 3
23
Φαυλίων δὲ μήλων μνημονεύει Τηλεκλείδης ἐν Ἀμφικτύοσιν οὕτως· ὦ τὰ μὲν κομψοί, τὰ δὲ φαυλότεροι φαυλίων μήλων. καὶ Θεόπομπος ἐν Θησεῖ. Ἀνδροτίων δὲ ἐν τῷ Γεωργικῷ τὰς δὲ μηλέας, φησί, φαυλίας καὶ στρουθίας· οὐ γὰρ ἀπορρεῖ τὸ μῆλον ἀπὸ τοῦ μίσχου τῶν στρουθιῶν τὰς δὲ ἠρινὰς ἢ Λακωνικὰς ἢ Σιδουντίας ἢ χνοωδίας. ἐγὼ δ᾽, ἄνδρες φίλοι, πάντων μάλιστα τεθαύμακα τὰ κατὰ τὴν Ῥώμην πιπρασκόμενα μῆλα τὰ Ματιανὰ καλούμενα, ἅπερ κομίζεσθαι λέγεται ἀπό τινος κώμης ἱδρυμένης ἐπὶ τῶν πρὸς Ἀκυληίᾳ Ἄλπεων, τούτων δ’ οὐ πολὺ ἀπολείπεται τὰ ἐν Γάγγροις πόλει Παφλαγονικῇ. ὅτι δὲ καὶ τῶν μήλων εὑρετής ἐστι Διόνυσος μαρτυρεῖ Θεόκριτος ὁ Συρακόσιος οὑτωσί πως λέγων μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο φυλάσσων, κρατὶ δ’ ἔχων λεύκαν, Ἡρακλέος ἱερὸν ἔρνος. Νεοπτόλεμος δ’ ὁ Παριανὸς ἐν τῇ Διονυσιάδι καὶ αὐτὸς ἱστορεῖ ὡς ὑπὸ Διονύσου εὑρεθέντων τῶν μήλων, καθάπερ καὶ τῶν ἄλλων ἀκροδρύων. ἐπιμηλὶς δὲ καλεῖται, φησὶ Πάμφιλος, τῶν ἀπίων τι γένος. Ἑσπερίδων δὲ μῆλα οὕτως καλεῖσθαί τινά φησι Τιμαχίδας ἐν δ’ Δείπνων. καὶ ἐν Λακεδαίμονι δὲ παρατίθεσθαι τοῖς θεοῖς φησι Πάμφιλος ταῦτα· εὔοσμα δὲ εἶναι καὶ ἄβρωτα, καλεῖσθαι δὲ Ἑσπερίδων μῆλα. Ἀριστοκράτης γοῦν ἐν δ’ Λακωνικῶν ἔτι δὲ μῆλα καὶ μηλέας τὰς λεγομένας ἑσπερίδας.
24
Περσικά . Θεόφραστος ἐν δευτέρῳ περὶ φυτῶν ἱστορίας λέγων περὶ ὧν ὁ καρπὸς οὐ φανερός, γράφει καὶ τάδε· ἐπεὶ τῶν γε μειζόνων φανερὰ πάντων ἡ ἀρχή, καθάπερ ἀμυγδάλης, καρύου, βαλάνου, τῶν ἄλλων ὅσα τοιαῦτα πλὴν τοῦ Περσικοῦ, τούτου δ’ ἥκιστα· καὶ πάλιν βόας, ἀπίου, μηλέας Δίφιλος δ’ ὁ Σίφνιος ἐν τῷ περὶ τῶν προσφερομένων τοῖς νοσοῦσι καὶ τοῖς ὑγιαίνουσίν· τὰ δὲ Περσικὰ λεγόμενα μῆλα, ὑπό τινων δὲ Περσικὰ κοκκύμηλα, μέσως ἐστὶν εὔχυλα, θρεπτικώτερα δὲ τῶν μήλων. Φυλότιμος δ’ ἐν τῷ τρίτῳ περὶ τροφῆς τὸ Περσικόν φησι λιπαρώτερον καὶ κεγχρῶδες εἶναι, χαυνότερον δ’ ὑπάρχειν καὶ πιεζόμενον πλεῖστον ἔλαιον ἀφιέναι. Ἀριστοφάνης δ’ ὁ γραμματικὸς ἐν Λακωνικαῖς Γλώσσαις τὰ κοκκύμηλά φησι τοὺς Λάκωνας καλεῖν ὀξύμαλα Περσικά, ἅ τινες ἄδρυα.