Kitap 3
25
κίτριον. περὶ τούτου πολλὴ ζήτησις ἐνέπεσε τοῖς δειπνοσοφισταῖς, εἴ τίς ἐστιν αὐτοῦ μνήμη παρὰ τοῖς παλαιοῖς. Μυρτίλος μὲν γάρ ἔφασκεν ὥσπερ εἰς αἶγας ἡμᾶς ἀγρίας ἀποπέμπων τοὺς ζητοῦντας, Ἡγήσανδρον τὸν Δελφὸν ἐν τοῖς ὑπομνήμασιν αὐτοῦ μνημονεύειν, τῆς δὲ λέξεως τὰ νῦν οὐ μεμνῆσθαι. πρὸς ὃν ἀντιλέγων ὁ Πλούταρχος ἀλλὰ μὴν ἔγωγε, φησί, διορίζομαι μηδ’ ὅλως τὸν ʽ Ἡγήσανδρον τοῦτο εἰρηκέναι, δι’ αὐτὸ τοῦτ’ ἐξαναγνοὺς αὐτοῦ πάντα τὰ ὑπομνήματα, ἐπεὶ καὶ ἄλλος τις τῶν ἑταίρων τοῦτ’ ἔχειν οὕτω διεβεβαιοῦτο, ὁρμώμενος ἔκ τινων σχολικῶν ὑπομνημάτων ἀνδρὸς οὐκ ἀδόξου· ὥστε ὥρα σοι, φίλε Μυρτίλε, ἄλλον ζητεῖν μάρτυρα. Αἰμιλιανὸς δὲ ἔλεγεν Ἰόβαν τὸν Μαυρουσίων βασιλέα, ἄνδρα πολυμαθέστατον, ἐν τοῖς περὶ Λιβύης συγγράμμασι μνημονεύοντα τοῦ κιτρίου καλεῖσθαι φάσκειν αὐτὸ παρὰ τοῖς Λίβυσι μῆλον Ἑσπερικόν, ἀφ’ ὧν καὶ Ἡρακλέα κομίσαι εἰς τὴν Ἑλλάδα τὰ χρύσεα διὰ τὴν ἰδέαν λεγόμενα μῆλα. τὰ δὲ τῶν Ἑσπερίδων λεγόμενα μῆλα ὅτι ἐς τοὺς Διὸς καὶ Ἥρας λεγομένους γάμους ἀνῆκεν ἡ γῆ Ἀσκληπιάδης εἴρηκεν ἐν ἑξηκοστῷ Αἰγυπτιακῶν, πρὸς τούτους ἀποβλέψας ὁ Δημόκριτος ἔφη· εἰ μέν τι τούτων Ἰόβας ἱστορεῖ, χαιρέτω Λιβυκαῖσι βίβλοις ἔτι τε τοῖς Ἄννωνος πλάναις. ἐγὼ δὲ τὸ μὲν ὄνομα οὔ φημι κεῖσθαι τοῦ κιτρίου παρὰ τοῖς παλαιοῖς τοῦτο, τὸ δὲ πρᾶγμα ὑπὸ τοῦ Ἐρεσίου Θεοφράστου οὕτως λεγόμενον ἐν τῇ περὶ φυτῶν ἱστορίᾳ ἀναγκάζει με ἐπὶ τῶν κιτρίων ἀκούειν τὰ σημαινόμενα,