Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 3

30 ἑξῆς δὲ τοῖς προειρημένοις κατ’ ἰδίαν ἐπεισενεχθέντων ἡμῖν πολλῶν ὀστρέων καὶ τῶν ἄλλων ὀστρακοδέρμων σχεδὸν τὰ πλεῖστα αὐτῶν μνήμης ἠξιωμένα παρ’ Ἐπιχάρμῳ ἐν Ἥβας Γάμῳ εὑρίσκω διὰ τούτων (p. 230 L)· ἄγει δὲ παντοδαπὰ κογχύλια, λεπάδας, ἀσπέδους, κραβύζους, κικιβάλους, τηθυνάκια, .... βαλάνους, πορφύρας, ὄστρεια συμμεμυκότα, τὰ διελεῖν μέν ἐστι χαλεπά, καταφαγῆμεν δ᾽ εὐμαρέα· μύας ἀναρίτας τε κάρυκάς τε καὶ σκιφύδρια, τὰ γλυκέα μέν ἐντ’ ἐπέσθειν, ἐμπαγῆμεν δ’ ὀξέα, τούς τε μακρογογγύλους σωλῆνας· ἁ μέλαινά τε κόγχος, ἅπερ κογχοθηρᾶν παισίν ἐστ’ ἰσωνία· θάτεραι δὲ γάιαι κόγχοι τε κἀμαθίτιδες, ταὶ κακοδόκιμοι τε κἠύωνοι, τὰς ἀνδροφυκτίδας πάντες ἄνθρωποι καλέονθ᾽, ἁμὲς δὲ λεύκας τοὶ θεοί.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi