Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 3

32 Διοκλῆς δ’ ὁ Καρύστιος ἐν τοῖς Ὑγιεινοῖς κράτιστά φησιν εἶναι τῶν κογχυλίων πρὸς διαχώρησιν καὶ οὔρησιν μύας, ὄστρεα, κτένας, χήμας. Ἄρχιππος δ’ ἐν Ἰχθύσι (I 683 K)· λεπάσιν, ἐχίνοις, ἐσχάραις, βελόναις τε τοῖς κτεσίν τε· ῥωμαλεώτερα δὲ τῶν κογχυλίων φησὶν εἶναι ὁ Διοκλῆς κόγχας, πορφύρας, κήρυκας. περὶ δὲ τῶν κηρύκων ὁ Ἄρχιππος τάδε λέγει (ibid)· κῆρυξ θαλάσσης τρόφιμος, υἱὸς πορφύρας. Σπεύσιππος δ’ ἐν βʹ Ὁμοίων παραπλήσια εἶναι κήρυκας, πορφύρας, στραβήλους, κόγχους. τῶν στραβήλων μνημονεύει καὶ Σοφοκλῆς ἐν Καμικοῖς οὕτως (fr. 302)· ἁλίας στραβήλου τῆσδε, τέκνον, εἴ τινα δυναίμεθ’ εὑρεῖν ... ἔτι ὁ Σπεύσιππος ἑξῆς πάλιν ἰδίᾳ καταριθμεῖται κόγχους, κτένας, μῦς, πίννας, σωλῆνας, καὶ ἐν ἄλλῳ μέρει ὄστρεα, λεπάδας. Ἀραρὼς δὲ Καμπυλίωνί φησιν (II 217 K)· τὰ κομψὰ μὲν δὴ ταῦτα νωγαλεύματα, κόγχαι τε καὶ σωλῆνες αἵ τε καμπύλαι καρῖδες ἐξήλλοντο δελφίνων δίκην. Σώφρων δ’ ἐν Μίμοις (fr. 38 Bo)· ‘τίνες δέ ἐντί ποκα, φίλα, τοιδέ τοι μακραὶ κόγχαι; Β. σωλῆνές θην τοῦτοί γα, γλυκύκρεον κογχύλιον, χηρᾶν γυναικῶν λίχνευμα.’ τῶν δὲ πιννῶν μνημονεύει Κρατῖνος ἐν Ἀρχιλόχοις (I 14 K)· ἣ μὲν δὴ πίννῃσι καὶ ὀστρείοισιν ὁμοίη. Φιλύλλιος δ’ ἢ Εὔνικος ἢ Ἀριστοφάνης ἐν Πόλεσι (I 785 K)· πουλυπόδειον σηπιδάριον, κάραβον, ἀστακόν, ὄστρειον, χήμας, λεπάδας, σωλῆνας, μῦς, πίννας, κτένας ἐκ Μιτυλήνης· αἴρετ’ ἀνθρακίδας, τρίγλη, σαργός, κεστρεύς, πέρκη, κορακῖνοι. Ἀγίας δὲ καὶ Δερκύλος ἐν Ἀργολικοῖς (FHG 386. 292) τοὺς στραβήλους ἀστραβήλους ὀνομάζουσι, μνημονεύοντες αὐτῶν ὡς ἐπιτηδείων ὄντων εἰς τὸ σαλπίζειν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi