Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 3

37 Ἀπολλόδωρος δ’ ὁ Ἀθηναῖος ἐν τοῖς περὶ Σώφρονος προθεὶς τὰ ‘λιχνοτέρα τᾶν προφυρᾶν’ (fr. 60 Bo) φησὶν ὅτι παροιμία ἐστὶν καὶ λέγει, ὡς μέν τινες, ἀπὸ τοῦ βάμματος· οὗ γὰρ ἂν προσψαύσῃ ἕλκει ἐφ’ ἑαυτὸ καὶ τοῖς προσπαρατεθειμένοις ἐμποιεῖ χρώματος αὐγήν· ἄλλοι δ’ ἀπὸ τοῦ ζῴου. ‘ἁλίσκονται δέ, φησὶν ὁ Ἀριστοτέλης (h. a. V p. 547a 13), τοῦ ἔαρος, ὑπὸ κύνα δ’ οὐχ ἁλίσκονται· οὐ γὰρ νέμονται, ἀλλὰ κρύπτουσιν ἑαυτὰς καὶ φωλεύουσι. τὸ δὲ ἄνθος ἔχουσιν ἀνὰ μέσον τῆς μήκωνος καὶ τοῦ τραχήλου. ἔχει δὲ (ib. p. 547b 3) καὶ αὐτὴ καὶ ὁ κῆρυξ τὰ ἐπικαλύμματα κατὰ τὰ αὐτὰ καὶ τὰ ἄλλα τὰ στρομβώδη ἐκ γενετῆς πάντα. νέμονται δ’ ἐξείροντα τὴν καλουμένην γλῶτταν ὑπὸ τὸ κάλυμμα. τὸ δὲ μέγεθος τῆς γλώσσης ἔχει ἡ πορφύρα μεῖζον δακτύλου, ᾧ νέμεται καὶ διατρυπᾷ καὶ τὰ κογχύλια καὶ τὸ ἑαυτῆς ὄστρακον. μακρόβια δ’ ἐστὶν καὶ ἡ πορφύρα καὶ ὁ κῆρυξ καὶ ζῇ περὶ ἔτη ἕξ. φανερὰ δὲ ἡ αὔξησις ἐκ τῆς ἐν τῷ ὀστράκῳ ἕλικος. αἱ δὲ κόγχαι καὶ χῆμαι καὶ σωλῆνες καὶ κτένες ἐν τοῖς ἀμμώδεσι λαμβάνουσι τὴν σύστασιν.
38 αἱ δὲ πῖναι ὀρθαὶ φύονται ἐκ τοῦ βυθοῦ ἔχουσί τε ἐν αὑταῖς τὸν πινοφύλακα αἳ μὲν καρίδιον, αἳ δὲ καρκίνιον· οὗ στερόμεναι θᾶττον διαφθείρονται.’ τοῦτο δὲ Πάμφιλος ὁ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ ὀνομάτων συμπεφυκέναι φησὶν αὐταῖς. Χρύσιππος δ’ ὁ Σολεὺς ἐκ τοῦ εʹ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς· ‘ἡ πίννη, φησίν, καὶ ὁ πιννοτήρης συνεργὰ ἀλλήλοις, κατ’ ἰδίαν οὐ δυνάμενα συμμένειν. ἡ μὲν οὖν πίννη ὄστρεόν ἐστιν, ὁ δὲ πιννοτήρης καρκίνος μικρός. καὶ ἡ πίννη διαστήσασα τὸ ὄστρακον ἡσυχάζει τηροῦσα τὰ ἐπεισιόντα ἰχθύδια, ὁ δὲ πιννοτήρης παρεστὼς ὅταν εἰσέλθῃ τι δάκνει αὐτὴν ὥσπερ σημαίνων, ἣ δὲ δηχθεῖσα συμμύει. καὶ οὕτως τὸ ἀποληφθὲν ἔνδον κατεσθίουσι κοινῇ.’ φασὶ δέ τινες καὶ συγγεννᾶσθαι αὐτὰ αὐτοῖς καὶ ὡς ἂν ἐξ ἑνὸς σπέρματος γίνεσθαι. πάλιν δὲ ὁ Ἀριστοτέλης φησί (ibid. b 18)· ‘πάντα δὲ τὰ ὀστρακώδη γίνεται καὶ ἐν τῇ ἰλύι, ἐν μὲν τῇ βορβορώδει τὰ ὄστρεα, ἐν δὲ τῇ ἀμμώδει κόγχαι καὶ τὰ ῥηθέντα, περὶ δὲ τὰς σήραγγας τῶν πετρῶν τήθεα καὶ βάλανοι καὶ τὰ ἐπιπολάζοντα, οἷον λεπάδες καὶ νηρῖται.’ —

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi