Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 3

42 ‘τῶν δὲ λεπάδων, φησὶν ὁ Δίφιλος, τινὲς μέν εἰσι μικραί, τινὲς δὲ καὶ ὀστρέοις ἐοικυῖαι. εἰσὶ δὲ σκληραὶ καὶ ὀλιγόχυλοι καὶ οὐκ ἄγαν δριμεῖαι, εὔστομοι δὲ καὶ εὐκατέργαστοι, ἑφθαὶ δὲ ποσῶς εὔστομοι. αἱ δὲ πίνναι οὐρητικαί, τρόφιμοι, δύσπεπτοι, δυσανάδοτοι. ἐοίκασι δ᾽ αὐταῖς καὶ οἱ κήρυκες· ὧν οἱ μὲν τράχηλοι εὐστόμαχοι, δυσκατέργαστοι δέ· διὸ τοῖς ἀσθενοῦσι τὸν στόμαχον οἰκεῖοι· δυσέκκριτοί τε καὶ μέσως τρόφιμοι. τούτων δὲ αἱ μήκωνες λεγόμεναι πρὸς τοῖς πυθμέσιν ἁπαλαί, εὔφθαρτοι. διὸ τοῖς τὴν γαστέρα ἀσθενοῦσιν οἰκεῖαι. αἱ δὲ πορφύραι μεταξὺ πίννης εἰσὶ καὶ τοῦ κήρυκος· ὧν οἱ μὲν τράχηλοι πολύχυλοι, εὔστομοι, τὸ δὲ λοιπὸν αὐτῶν ἁλυκὸν καὶ γλυκὺ καὶ εὐανάδοτον εἰς ἐπίκρασίν τ’ ἐπιτήδειον. τὰ δὲ ὄστρεα γεννᾶται μὲν καὶ ἐν ποταμοῖς καὶ ἐν λίμναις καὶ ἐν θαλάσσῃ. κράτιστα δὲ τὰ θαλάττια, ὅταν λίμνη ἢ ποταμὸς παρακέηται. γίνεται γὰρ εὔχυλα καὶ μείζονα καὶ γλυκύτερα. τὰ δὲ πρὸς ᾐόσι καὶ πέτραις ἰλύος καὶ γλυκέος ὕδατος ἀμιγῆ μικρά, σκληρά, δηκτικά. τὰ δὲ ἐαρινὰ ὄστρεα καὶ τὰ κατὰ τὴν τοῦ θέρους ἀρχὴν κρείσσονα, πλήρη, θαλασσίζοντα μετὰ γλυκύτητος, εὐστόμαχα, εὐέκκριτα. τὰ δὲ συνεψόμενα μαλάχῃ ἢ λαπάθῳ ἢ ἰχθύσιν ἢ καθ’ αὑτὰ τρόφιμα καὶ εὐκοίλια.’

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi