Kitap 3
49
ἀκροκωλίων δὲ μέμνηται Ἀριστοφάνης Αἰολοσίκωνι (II 393 K)· καὶ μὴν τὸ δεῖν᾽, ἀκροκώλια δή σοι τέτταρα ἥψησα τακερά. καὶ ἐν Γηρυτάδῃ (ib. 430)· ἀκροκώλι᾽, ἄρτοι, κάραβοι. Ἀντιφάνης Κορινθίᾳ (I 61 K)· ἔπειτα κἀκροκώλιον ὕειον Ἀφροδίτῃ; γελοῖον. Β. ἀγνοεῖς· ἐν τῇ Κύπρῳ δ’ οὕτω φιληδεῖ ταῖς ὑσίν, ὦ δέσποθ᾽, ὥστε σκατοφαγεῖν ἀπεῖρξε τὸ ζῷον, τοὺς δὲ βοῦς ἠνάγκασεν. ὅτι δ’ ὄντως Ἀφροδίτῃ ὗς θύεται μαρτυρεῖ Καλλίμαχος (fr. 100h 1 Schn) ἢ Ζηνόδοτος ἐν ἱστορικοῖς ὑπομνήμασι γράφων ὧδε· ‘Ἀργεῖοι Ἀφροδίτῃ ὗν θύουσι, καὶ ἡ ἑορτὴ καλεῖται Ὑστήρια.’ Φερεκράτης δ’ ἐν Μεταλλεῦσι (I 175, 13 K)· σχελίδες δ’ ὁλόκνημοι πλησίον τακερώταται ἐπὶ πινακίσκοις καὶ δίεφθ’ ἀκροκώλια. Ἄλεξις Κυβευταῖς (II 339 K)· ἠριστηκότων σχεδόν τι δ’ ἡμῶν ἐξ ἀκροκωλίου τινός. κἀν Παννυχίδι ἢ Ἐρίθοισιν (ib. 363)· ἡμίοπτα μὲν τὰ κρεᾴδι’ ἐστί, τὸ περίκομμ’ ἀπόλλυται, ὁ γόγγρος ἑφθός, τὰ δ’ ἀκροκώλι’ οὐδέπω. τῶν δ’ ἑφθῶν ποδῶν μνημονεύει Φερεκράτης ἐν Δουλοδιδασκάλῳ (I 157 K)· ὡς παρασκευάζεται δεῖπνον πῶς ἂν εἴπαθ’ ἡμῖν. Β. καὶ δῆθ’ ὑπάρχει τέμαχος ἐγχέλειον ὑμῖν, τευθίς, ἄρνειον κρέας, φύσκης τόμος, ποὺς ἑφθός, ἧπαρ, πλευρόν, ὀρνίθεια πλήθει πολλά, τυρὸς ἐν μέλιτι, μερὶς κρεῶν. Ἀντιφάνης Παρασίτῳ (II 87 K)· χοιρίων σκέλη καπύρ᾽. Β. ἀστεῖόν γε, νὴ τὴν Ἑστίαν, ἄριστον. Α. ἑφθὸς τυρὸς ἐπεδόνει πολύς. Ἐκφαντίδης δ’ ἐν Σατύροις (I 9 K)· πόδας ἐπεὶ δέοι πριάμενον καταφαγεῖν ἑφθοὺς ὑός. γλώσσης δὲ μέμνηται Ἀριστοφάνης ἐν Ταγηνισταῖς διὰ τούτων (I 522 K)· ἅλις ἀφύης μοι· παρατέταμαι γὰρ τὰ λιπαρὰ κάπτων. ἀλλὰ φέρετατ’ ἀπόβασιν ἡπάτιον ἢ καπριδίου νέου κόλλοπά τιν᾽· εἰ δὲ μή, πλευρὸν ἢ γλῶτταν ἢ σπληνὸς ἢ νῆστιν ἢ δέλφακος ὀπωρινῆς ἠτριαίαν φέρετε δεῦρο μετὰ κολλάβων χλιαρῶν.