Kitap 3
57
ἡσθέντων οὖν ἐπὶ τοῖς πεπαιγμένοις ἁπάντων ‘ἀλλὰ μήν, ἔφη ὁ Οὐλπιανός, καὶ τὸν περὶ τῆς ΜΗΤΡΑΣ λόγον ἀποδώσω. Ἄλεξις γὰρ ἐν τῷ Ποντικῷ ἐπιγραφομένῳ δράματι Καλλιμέδοντα τὸν ῥήτορα, Κάραβον δὲ ἐπικαλούμενον κωμῳδῶν — ἦν δ’ οὗτος εἷς τῶν κατὰ Δημοσθένη τὸν ῥήτορα πολιτευομένων — φησίν (II 368 K)· ὑπὲρ πάτρας μὲν πᾶς τις ἀποθνῄσκειν θέλει, ὑπὲρ δὲ μήτρας Καλλιμέδων ὁ Κάραβος ἑφθῆς ἴσως προσεῖτ’ ἂν ἀποθανεῖν. ἦν δὲ ὁ Καλλιμέδων καὶ ἐπὶ ὀψοφαγίᾳ διαβόητος. μνημονεύει τῆς μήτρας καὶ Ἀντιφάνης ἐν Φιλομήτορι οὕτως (II 108 K)· ἔμμητρον ἂν ᾖ τὸ ξύλον, βλάστην ἔχει· μητρόπολίς ἐστιν, οὐχὶ πατρόπολις πόλις· μήτραν τινὲς πωλοῦσιν ἥδιστον κρέας· Μητρᾶς ὁ Χῖός ἐστι τῷ δήμῳ φίλος. Εὔφρων δ’ ἐν Παραδιδομένῃ (IV 492 M)· οὑμὸς διδάσκαλος δὲ μήτραν σκευάσας παρέθηκε Καλλιμέδοντι κἀσθίονθ’ ἅμα ἐποίησε πηδᾶν, ὅθεν ἐκλήθη Κάραβος. Διώξιππος δ’ ἐν Ἀντιπορνοβοσκῷ (ib. 541)· οἵων δ’ ἐπιθυμεῖ βρωμάτων, ὡς μουσικῶν· ἤνυστρα, μήτρας, χόλικας. ἐν δὲ Ἱστοριογράφῳ (ib.)· τὴν στοὰν διεξέπαιεν Ἀμφικλῆς· μήτρας δύο κρεμαμένας δείξας ‘ἐκεῖνον πέμπε, φησίν, ἂν ἴδῃς.’ Εὔβουλος δ’ ἐν Δευκαλίωνι (II 173 K)· ἡπάτια, νῆστις, πλεύμονες, μήτρα.
58
Λυγκεὺς δ’ ὁ Σάμιος, ὁ Θεοφράστου γνώριμος, καὶ τὴν σὺν ὀπῷ χρῆσιν αὐτῆς οἶδεν. ἀναγράφων γοῦν τὸ Πτολεμαίου συμπόσιόν φησιν οὕτως· ‘μήτρας τινὸς περιφερομένης ἐν ὄξει καὶ ὀπῷ.’ τοῦ δὲ ὀποῦ μέμνηται Ἀντιφάνης ἐν Δυσέρωσι περὶ Κυρήνης τὸν λόγον ποιούμενος (II 46 K)· ἐκεῖσε δ’ οὐ πλέω ὅθεν διεσπάσθημεν, ἐρρῶσθαι λέγων ἅπασιν, ἵπποις, σιλφίῳ, συνωρίσιν, καυλῷ, κέλησι, μασπέτοις, πυρετοῖς, ὀπῷ. τῆς δὲ διαφορᾶς τῆς περὶ τὴν ἐκτομίδα μνημονεύει Ἵππαρχος ὁ τὴν Αἰγυπτιακὴν Ἰλιάδα συνθεὶς ἐν τούτοις· ἀλλὰ λοπάς μ’ εὔφραιν’ ἢ μήτρης καλὰ πρόσωπα ἐκβολάδος, δέλφαξ δ᾽ ἐν κλιβάνῳ ἡδέα ὄζων. Σώπατρος δ’ ἐν μὲν Ἱππολύτῳ φησίν· ἀλλ’ οἷα μήτρα καλλίκαρπος ἐκβολὰς δίεφθα λευκανθεῖσα τυροῦται δέμας. ἐν δὲ Φυσιολόγῳ· μήτρας ὑείας οὐκ ἀφεψηθεὶς τόμος, τὴν δηξίθυμον ἐντὸς ὀξάλμην ἔχων. ἐν δὲ Σίλφαις· μήτρας ὑείας ἑφθὸν ὡς φάγῃς τόμον, δριμεῖαν ὠθῶν πηγανῖτιν εἰς χολήν.