Kitap 3
8
τῶν δὲ ἐν Ῥόδῳ γινομένων σύκων μνημονεύει Λυγκεὺς ἐν ἐπιστολαῖς σύγκρισιν ποιούμενος τῶν Ἀθήνησι γινομένων καλλίστων πρὸς τὰ Ῥοδιακά. γράφει δὲ οὕτως. ‘τὰ δὲ ἐρινεὰ τοῖς Λακωνικοῖς ὥστε συκάμινα σύκοις δοκεῖν ἐρίζειν. καὶ ταῦτ’ οὐκ ἀπὸ δείπνου καθάπερ ἐκεῖ διεστραμμένης ἤδη διὰ τὴν πλησμονὴν τῆς γεύσεως, ἀλλ’ ἀθίκτου τῆς ἐπιθυμίας οὔσης πρὸ δείπνου παρατέθεικα.’ τῶν δ’ ἐν τῇ καλῇ Ῥώμῃ καλλιστρουθίων καλουμένων σύκων εἰ ὁ Λυγκεὺς ἐγεύσατο ὥσπερ ἐγώ, ὀξυωπέστερος ἂν ἐγεγόνει παρὰ πολὺ τοῦ ὁμωνύμου· τοσαύτην ὑπεροχὴν ἔχει ταῦτα τὰ σῦκα πρὸς τὰ ἐν τῇ πάσῃ οἰκουμένῃ γινόμενα. ἐπαινεῖται δὲ καὶ ἄλλα σύκων γένη κατὰ τὴν Ῥώμην γινομένων, τά τε καλούμενα Χῖα καὶ τὰ Λιβιανά, ἔτι δὲ καὶ τὰ Χαλκιδικὰ ὀνομαζόμενα καὶ τὰ Ἀφρικανά, ὡς καὶ Ἡρόδοτος ὁ Λύκιος μαρτυρεῖ ἐν τῷ περὶ σύκων συγγράμματι.
9
Παρμένων δ’ ὁ Βυζάντιος ἐν τοῖς ἰάμβοις τὰ ἀπὸ Κανῶν τῆς Αἰολικῆς πόλεως ὡς διάφορα ἐπαινῶν φησιν (anth. l. B p. 220)· ἦλθον μακρὴν θάλασσαν οὐκ ἄγων σῦκα Καναῖα φόρτον. ὅτι δὲ καὶ τὰ ἀπὸ Καύνου τῆς Καρίας ἐπαινεῖται κοινόν. ὀξαλείων δὲ σύκων οὕτως καλουμένων μνημονεύει Ἡρακλέων ὁ Ἐφέσιος καὶ Νίκανδρος ὁ Θυατειρηνὸς παρατιθέμενοι Ἀπολλοδώρου τοῦ Καρυστίου ἐκ δράματος Προικιζομένης ἱματιοπώλιδος τάδε (IV 448 M)· πλὴν τό γ᾽ οἰνάριον πάνυ ἦν ὀξὺ καὶ πονηρόν, ὥστ’ ᾐσχυνόμην. τὰ λοιπὰ μὲν γὰρ ὀξαλείους χωρία συκᾶς φέρει, τοὐμὸν δὲ καὶ τὰς ἀμπέλους. τῶν δ’ ἐν Πάρῳ τῇ νήσῳ — διάφορα γὰρ κἀνταῦθα γίνεται σῦκα τὰ καλούμενα παρὰ τοῖς Παρίοις αἱμώνια, ταὐτὰ ὄντα τοῖς Λυδίοις καλουμένοις, ἅπερ διὰ τὸ ἐρυθρῶδες καὶ τῆς προσηγορίας ταύτης ἔτυχεν — Ἀρχίλοχος μνημονεύει λέγων οὕτως (fr. 51 B4)· ἔα Πάρον καὶ σῦκα κεῖνα καὶ θαλάσσιον βίον. τὰ δὲ σῦκα ταῦτα τοσαύτην ἔχει παραλλαγὴν πρὸς τὰ ἀλλαχοῦ γινόμενα ὡς τὸ τοῦ ἀγρίου συὸς κρέας πρὸς τὰ ἄλλα τὰ μὴ τῶν ἀγρίων χοίρων κρέα.