Kitap 3
72
ἐπὶ τούτοις οὐχ ἡσθεὶς ὁ Οὐλπιανός, ἀνιαθεὶς δέ, ἀποβλέψας ὡς ἡμᾶς καὶ τὰ ἐξ Ὀρθάννου Εὐβούλου ἰαμβεῖα εἰπών (II 192 K)· ὡς εὖ νεναυάγηκεν ἐπὶ τοῦ τηγάνου ὁ θεοῖσιν ἐχθρὸς Μυρτίλος· ὅτι γὰρ οὐδὲν τούτων πριάμενός ποτε ἔφαγεν εὖ οἶδα, τῶν τινος οἰκετῶν αὐτοῦ εἰπόντος μοί ποτε τὰ ἐκ Πορνοβοσκοῦ Εὐβούλου ἰαμβεῖα τάδε (ib. 194)· τρέφει με Θετταλός τις ἄνθρωπος βαρύς, πλουτῶν, φιλάργυρος δὲ κἀλιτήριος, ὀψοφάγος, ὀψωνῶν δὲ μέχρι τριωβόλου. ἐπεὶ δὲ πεπαιδευμένος ἦν ὁ νεανίσκος καὶ οὐχὶ παρὰ τῷ Μυρτίλῳ γε, ἀλλὰ παρὰ ἄλλῳ τινί, ὡς ἐπυνθανόμην αὐτοῦ πῶς εἰς τὸν Μυρτίλον ἐνέπεσεν, ἔφη μοι τὰ ἐκ Νεοττίδος Ἀντιφάνους τάδε (II 79 K)· παῖς ὢν μετ’ ἀδελφῆς εἰς Ἀθήνας ἐνθάδε ἀφικόμην ἀχθεὶς ὑπό τινος ἐμπόρου, Σύρος τὸ γένος ὤν. περιτυχὼν δ’ ἡμῖν ὁδὶ κηρυττομένοις ὀβολοστάτης ὢν ἐπρίατο, ἄνθρωπος ἀνυπέρβλητος εἰς πονηρίαν, τοιοῦτος οἷος μηδὲν εἰς τὴν οἰκίαν, μηδ’ ὧν ὁ Πυθαγόρας ἐκεῖνος ἤσθιεν ὁ τρισμακαρίτης, εἰσφέρειν ἔξω θύμου.’
73
ἔτι τοῦ Οὐλπιανοῦ τοιαῦτά τινα παίζοντος ὁ Κύνουλκος ἀνέκραγεν· ‘ἄρτου δεῖ καὶ οὐ τοῦ Μεσσαπίων βασιλέως λέγω τοῦ ἐν Ἰαπυγίᾳ, περὶ οὗ καὶ σύγγραμμά ἐστι Πολέμωνι (fr. 89 Pr). μνημονεύει δ’ αὐτοῦ καὶ Θουκυδίδης ἐν ζʹ (c. 33) καὶ Δημήτριος ὁ κωμῳδιοποιὸς ἐν τῷ ἐπιγραφομένῳ δράματι Σικελία διὰ τούτων (I 795 K)· κἀκεῖθεν εἰς τὴν Ἰταλίαν ἀνέμῳ Νότῳ διεβάλομεν τὸ πέλαγος εἰς Μεσσαπίους· Ἄρτος δ’ ἀναλαβὼν ἐξένισεν ἡμᾶς καλῶς. Β. ξένος γε χαρίεις. Α. ἦν ἐκεῖ .... μέγας καὶ λαμπρὸς ἦν. οὐ τούτου οὖν τοῦ Ἄρτου ὁ νῦν καιρὸς ἦν, ἀλλὰ τῶν εὑρημένων ὑπὸ τῆς Σιτοῦς καλουμένης Δήμητρος καὶ Σιμαλίδος· οὕτως γὰρ ἡ θεὸς παρὰ Συρακοσίοις τιμᾶται, ὡς ὁ αὐτὸς Πολέμων ἱστορεῖ ἐν τῷ περὶ τοῦ Μορύχου (fr. 74 Pr). ἐν δὲ τῷ αʹ τῶν πρὸς Τίμαιον ἐν Σκώλῳ φησὶ τῷ Βοιωτιακῷ Μεγαλάρτου καὶ Μεγαλομάζου ἀγάλματα ἱδρῦσθαι.’ ἐπεὶ δὲ ἤδη ἄρτοι εἰσεκομίζοντο καὶ πλῆθος ἐπ’ αὐτοῖς παντοδαπῶν βρωμάτων, ἀποβλέψας εἰς αὐτὰ ἔφη· ‘τοῖς ἄρτοις ὅσας ἱστᾶσι παγίδας οἱ ταλαίπωροι βροτοί, φησὶν Ἄλεξις ἐν τῇ Εἰς τὸ φρέαρ (II 319 K). ἡμεῖς οὖν εἴπωμέν τι καὶ περὶ ΑΡΤΩΝ.’