Kitap 3
10
λευκερινεὼς δέ τι εἶδός ἐστι συκῆς, καὶ ἴσως αὕτη ἐστὶν ἡ τὰ λευκὰ σῦκα φέρουσα, μνημονεύει δ’ αὐτῆς Ἕρμιππος ἐν Ἰάμβοις οὕτως τὰς λευκερινεὼς δὲ χωρὶς ἰσχάδας. τῶν δ’ ἐρινῶν σύκων Εὐριπίδης ἐν Σκίρωνι· ἢ προσπηγνύναι κράδαις ἐριναῖς. καὶ Ἐπίχαρμος ἐν Σφιγγί· ἀλλ’ οὐχ ὅμοιὰ γ’ ἐρινοῖς οὐδαμῶς. Σοφοκλῆς δ’ ἐν Ἑλένης Γάμῳ τροπικῶς τῷ τοῦ δένδρου ὀνόματι τὸν καρπὸν ἐκάλεσεν εἰπών πέπων ἐρινὸς ἀχρεῖος ὢν ἐς βρῶσιν ἄλλους ἐξερινάζεις λόγῳ. πέπων δ’ ἐρινὸς εἴρηκεν ἀντὶ τοῦ πέπον ἐρινόν. καὶ Ἄλεξις ἐν Λέβητι· καὶ τί δεῖ λέγειν ἔθ’ ἡμᾶς τοὺς τὰ σῦχ’ ἑκάστοτε ἐν τοῖς συρίχοις πωλοῦντας; οἳ κάτωθε μὲν τὰ σκληρὰ καὶ μοχθηρὰ τῶν σύκων ἀεὶ τιθέασιν, ἐπιπολῆς δὲ πέπονα καὶ καλά. εἶθ’ ὁ μὲν ἔδωκεν ὡς τοιαῦτ’ ὠνούμενος τιμήν, ὁ δ’ ἐγκάψας τὸ κέρμ’ εἰς τὴν γνάθον ἐρίν’ ἀπέδοτο σῦκα πωλεῖν ὀμνύων, τὸ δὲ δένδρον ἡ ἀγρία συκῆ, ἐξ ἧς τὰ ἐρινά, ἐρινὸς κατὰ τὸ ἄρρεν λέγεται. Στράττις Τρωίλῳ· ἐρινὸν οὖν τιν’ αὐτῆς πλησίον νενόηκας ὄντα; καὶ Ὅμηρος· τῷ δ’ ἐν ἐρινεός ἐστι μέγας φύλλοισι τεθηλώς. Ἀμερίας δ’ ἐρινάδας καλεῖσθαι τοὺς ὀλόνθους.