Kitap 3
86
ὠμοτάριχον δέ τινα κέκληκεν Ἄλεξις ἐν Ἀπεγλαυκωμένῳ (Litt. e). ὁ δ’ αὐτὸς ποιητὴς ἐν Πονήρᾳ περὶ σκευασίας ταρίχων μάγειρόν τινα παράγει λέγοντα τάδε (II 366 K)· ὅμως λογίσασθαι πρὸς ἐμαυτὸν βούλομαι καθεζόμενος ἐνταῦθα τὴν ὀψωνίαν, ὁμοῦ τε συντάξαι τί πρῶτον οἰστέον ἡδυντέον τε πῶς ἕκαστόν ἐστί μοι. ... τάριχος πρῶτον ὡραῖον τοδί· διωβόλου τοῦτ’ ἐστί. πλυτέον εὖ μάλα. εἶτ’ εἰς λοπάδιον ὑποπάσας ἡδύσματα ἐνθεὶς τὸ τέμαχος, λευκὸν οἶνον ἐπιχέας ἐπισκεδάσας τ’ ἔλαιον εἶθ’ ἕψων ποῶ μυελὸν ἀφεῖλόν τ’ ἐπιγανώσας σιλφίῳ. ἐν δὲ Ἀπεγλαυκωμένῳ συμβολάς τις ἀπαιτούμενός φησι (ib. 301)· παρ’ ἐμοῦ δ᾽, ἐὰν μὴ καθ’ ἓν ἕκαστον πάντα δ’ ὡς, χαλκοῦ μέρος δωδέκατον οὐκ ἂν ἀπολάβοις. Β. δίκαιος ὁ λόγος. ἀβάκιον, ψῆφον. Α. λέγε. Β. ἔστ’ ὠμοτάριχος πέντε χαλκῶν. Α. λέγ’ ἕτερον. Β. μῦς ἑπτὰ χαλκῶν. Α. οὐδὲν ἀσεβεῖς οὐδέπω, λέγε. Β. τῶν ἐχίνων ὀβολός. Α. ἁγνεύεις ἔτι. Β. ἆρ’ ἦν μετὰ ταῦθ’ ἡ ῥάφανος, ἣν ἐβοᾶτε; Α. ναί· χρηστὴ γὰρ ἦν. Β. ἔδωκα ταύτης δύ’ ὀβολούς. Α. τί γὰρ ἐβοῶμεν; Β. τὸ κύβιον τριωβόλου. Α. ονεῖν κεχειρῶν γε οὐκ ἐπράξατ’ οὐδὲ ἕν. Β. οὐκ οἶσθας, ὦ μακάριε, τὴν ἀγοράν, ὅτι κατεδηδόκασι τὰ λάχαν’ αἱ τρωξαλλίδες. Α. διὰ τοῦτο τὸ τάριχος τέθεικας διπλασίου; Β. ὁ ταριχοπώλης ἐστίν· ἐλθὼν πυνθάνου. γόγγρος δέκ’ ὀβολῶν. Α. οὐχὶ πολλοῦ. λέγ’ ἕτερον. Β. τὸν ὀπτὸν ἰχθὺν ἐπριάμην δραχμῆς. Α. παπαῖ, ὥσπερ πυρετὸς ἀνῆκεν, εἶτ’ ἐν ἐπιτέλει. Β. πρόσθες τὸν οἶνον, ὃν μεθυόντων προσέλαβον ὑμῶν, χοᾶς τρεῖς, δέκ’ ὀβολῶν ὁ χοῦς.