Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 3

98 ὅτι δὲ καὶ τὸν οἶνον ἔψυχον ὑπὲρ τοῦ ψυχρότερον αὐτὸν πίνειν Στράττις φησὶν ἐν Ψυχασταῖς (I 728 K)· οἶνον γὰρ πιεῖν οὐδ’ ἂν εἷς δέξαιτο θερμόν, ἀλλὰ πολὺ τοὐναντίον ψυχόμενον ἐν τῷ φρέατι καὶ χιόνι μεμιγμένον. καὶ ὁ Λύσιππος ἐν Βάκχαις (I 700 K)· Ἕρμων, τί ἔστι; πῶς ἔχομεν; Β. τί δ’ ἄλλο γ’ ἢ ὁ πατὴρ ἄνωθεν ἐς τὸ φρέαρ, ἐμοὶ δοκεῖν, ὥσπερ τὸν οἶνον τοῦ θέρους καθεῖκέ με. Δίφιλος δ’ ἐν Μνηματίῳ φησίν (II 559 K)· ψῦξον τὸν οἶνον, Δῶρι. Πρωταγορίδης δ’ ἐν βʹ τῶν κωμικῶν ἱστοριῶν (FHG IV 484) τὸν Ἀντιόχου τοῦ βασιλέως κατὰ τὸν ποταμὸν διηγούμενος πλοῦν λέγει τι καὶ περὶ ἐπιτεχνήσεως ψυχρῶν ὑδάτων ἐν τούτοις· ‘τὴν γὰρ ἡμέραν ἡλιάζοντες αὐτό, τῆς νυκτὸς ἀπηθοῦντες τὸ παχύτατον τὸ λοιπὸν ἐξαιθριάζουσιν ἐν ὑδρίαις κεραμέαις ἐπὶ τῶν μετεωροτάτων μερῶν τῆς οἰκήσεως, δι’ ὅλης τε τῆς νυκτὸς δύο παῖδες ὕδατι τὰ τεύχη καταρραίνουσιν. ὄρθρου δὲ καθαιροῦντες καὶ τὴν ὑποστάθμην πάλιν ὑποσπῶντες λεπτόν τε ποιοῦντες αὐτὸ καὶ πρὸς ὑγίειαν οἷον ἄριστον ἐν ἀχύροις τιθέασιν τὰς ὑδρίας, εἶθ’ οὕτως χρῶνται χιόνος οὐδ’ ἡντινοῦν χρείαν ἔχοντες.’ λακκαίου δὲ ὕδατος μνημονεύει Ἀναξίλας ἐν Αὐλητῇ οὕτως (II 264 K)· ὕδατός τε λακκαίου παρ’ ἐμοῦ τουτί γέ σοι νόμιζ’ ὑπάρχειν. καὶ πάλιν· ἴσως τὸ λακκαῖόν γ’ ὕδωρ ἀπόλωλ’ ἐμόν. Ἀπολλόδωρος δ’ ὁ Γελῷος καὶ τοῦ λάκκου αὐτοῦ, ὥσπερ ἡμεῖς λέγομεν, μνημονεύει ἐν Ἀπολιπούσῃ οὕτως (IV 438 M)· ἀγωνιῶσα τόν τε τοῦ λάκκου κάδον λύσασα καὶ τὸν τοῦ φρέατος εὐτρεπεῖς τὰς ἱμονιὰς πεποίηκας.’

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi