Kitap 4
33
Λυκέας δ’ ἐν τοῖς Αἰγυπτιακοῖς προκρίνων τὰ Αἰγυπτιακὰ δεῖπνα τῶν Περσικῶν Αἰγυπτίων ἐπιστρατευσάντων, φησίν, ἐπὶ Ὦχον τὸν Περσῶν βασιλέα καὶ νικηθέντων, ἐπεὶ ἐγένετο αἰχμάλωτος ὁ τῶν Αἰγυπτίων βασιλεύς, ὁ Ὦχος αὐτὸν φιλανθρώπως ἄγων ἐκάλεσε καὶ ἐπὶ δεῖπνον. τῆς οὖν παρασκευῆς γενομένης λαμπρᾶς ὁ Αἰγύπτιος κατεγέλα ὡς εὐτελῶς τοῦ Πέρσου διαιτωμένου. ᾽ ᾽εἰ δὲ θέλεις εἰδέναι, ἔφη, ὦ βασιλεῦ, πῶς δεῖ σιτεῖσθαι τοὺς εὐδαίμονας βασιλέας, ἐπίτρεψον τοῖς ἐμοῖς ποτε γενομένοις μαγείροις παρασκευάσαι σοι Αἰγύπτιον δεῖπνον καὶ κελεύσαντος ἐπεὶ παρεσκευάσθη, ἡσθεὶς ὁ Ὦχος τῷ δείπνῳ κακὸν κακῶς σε, ἔφη, ὦ Αἰγύπτιε, ἀπολέσειαν οἱ θεοί, ὅστις δεῖπνα τοιαῦτα καταλιπὼν ἐπεθύμησας θοίνης εὐτελεστέρας. τίνα δ’ ἦν τὰ Αἰγύπτια δεῖπνα Πρωταγορίδης ἐν τῷ α περὶ Δαφνικῶν ἀγώνων διδάσκει ἡμᾶς λέγων οὕτως· τρίτη δὲ ἐστιν ἰδέα δείπνων Αἰγυπτιακὴ τραπεζῶν μὲν οὐ παρατιθεμένων, πινάκων δὲ περιφερομένων.