Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 4

50 ταῦτ’ εἰπὼν ὁ Κύνουλκος, ἐπεὶ μὴ ἐκροταλίσθη, θυμωθεὶς ‘ἀλλ’ ἐπειδὴ οὗτοι, ἔφη, ὦ συμποσίαρχε, ὑπὸ λογοδιαρροίας ἐνοχλούμενοι μὴ πεινῶσιν ἢ τὰ περὶ τῆς φακῆς λεχθέντα χλευάζουσιν, ἐν νῷ ἔχοντες τὰ εἰρημένα Φερεκράτει ἐν Κοριαννοῖ (I 163 K)· φέρε δὴ κατακλινῶ· σὺ δὲ τράπεζαν .. φέρε καὶ κύλικα κἀντραγεῖν, ἵν’ ἥδιον πίω. Β. ἰδοὺ κύλιξ σοι καὶ τράπεζα καὶ φακοί. Α. μή μοι φακούς, μὰ τὸν Δί᾽· οὐ γὰρ ἥδομαι. ἢν γὰρ τράγῃ τις, τοῦ στόματος ὄζει κακόν — ἐπεὶ οὖν διὰ τοῦτο φυλάττονται οἱ σοφοὶ οὗτοι τοὺς φακούς, ἀλλ’ ἡμῖν γε ποίησον δοθῆναι ἄρτον, μεθ’ ὧν μηδὲν τῶν πολυτελῶν, ἀλλὰ κἂν τὴν πολυθρύλητον ἔχῃς φακῆν ἢ τὸν καλούμενον κόγχον.’ γελασάντων δὲ πάντων καὶ ἐπὶ τῷ κόγχῳ μάλιστα ‘ἀπαίδευτοί ἐστε, ἔφη, ἄνδρες δαιτυμόνες, οὐκ ἀναγινώσκοντες βιβλία ἃ μόνα παιδεύει τούς γε ἐπιθυμοῦντας τῶν καλῶν· λέγω δὲ τὰ Τίμωνος τοῦ Πυρρωνείου τῶν σίλλων. οὗτος γάρ ἐστιν ὃς καὶ τοῦ κόγχου μνημονεύει ἐν τῷ βʹ τῶν σίλλων λέγων οὕτως (fr. 44 W)· οὔτε μοι ἡ Τεΐη μᾶζ’ ἁνδάνει οὔτε καρύκκη ἡ Λυδῶν, λειτῇ δὲ καὶ αὐαλέῃ ἐνὶ κόγχῳ Ἑλλήνων ἡ πᾶσα περισσοτρύφητος ὀιζύς. διαφόρων γὰρ οὐσῶν καὶ τῶν ἐκ Τέω μαζῶν (ὡς καὶ τῶν ἐξ Ἐρετρίας, ὡς Σώπατρος ἐν Βακχίδος μνηστῆρσι· φησὶν γάρ· Ἐρέτριαν ὡρμήθημεν εἰς λευκάλφιτον) καὶ τῶν Λυδίων καρυκκῶν προκρίνει ἀμφοτέρων ὁ Τίμων τὸν κόγχον.’

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi