Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 4

67 Διογένης δ’ ὁ Βαβυλώνιος ἐν τοῖς περὶ εὐγενείας τὸν Φωκίωνος υἱόν, φησί, Φῶκον οὐκ ἦν ὃς οὐκ ἐμίσει Ἀθηναίων καὶ ὁπότε ἀπαντήσειέ τις αὐτῷ ἔλεγεν ᾽ ὦ καταισχύνας τὸ γένος πάντα γὰρ ἀνάλωσε τὸ πατρῷα εἰς ἀσωτίαν καὶ μετὰ ταῦτα ἐκολάκευε τὸν ἐπὶ τῆς Μουνυχίας· ἐφ’ ᾧ πάλιν ὑπὸ πάντων ἐπερραπίζετο. ἐπιδόσεων δέ ποτε γινομένων παρελθὼν καὶ αὐτὸς εἰς τὴν ἐκκλησίαν ἔφη ἐπιδίδωμι κἀγώ,᾽ καὶ οἱ Ἀθηναῖοι ὁμοθυμαδὸν ἀνεβόησαν ᾽εἰς ἀκολασίαν ἦν δ’ ὁ Φῶκος καὶ φιλοπότης. νικήσαντος γοῦν αὐτοῦ ἵπποις Παναθήναια ὡς ὁ πατὴρ εἱστία τοὺς ἑταίρους, συνελθόντων εἰς τὸ δεῖπνον λαμπρὰ μὲν ἦν ἡ παρασκευὴ καὶ τοῖς εἰσιοῦσι προσεφέροντο ποδονιπτῆρες οἴνου δι’ ἀρωμάτων, οὓς ἰδὼν ὁ πατήρ καλέσας τὸν Φῶκον ᾽ οὐ παύσεις, ἔφη, τὸν ἑταῖρον διαφθείροντά σου τὴν νίκην; ᾽ οἶδα δὲ καὶ ἄλλους ἀσώτους πολλούς, περὶ ὧν ὑμῖν καταλείπω ζητεῖν, πλὴν Καλλίου τοῦ Ἱππονίκου, ὃν καὶ οἱ τῶν παίδων οἴδασι παιδαγωγοί, περὶ δὲ τῶν ἄλλων ὧν φθάνω προβεβληκὼς εἴ τι λέγειν ἔχετε, ᾽ ἀναπεπταμένας ἔχω τῶν ὤτων τὰς πύλας ὥστε λέγετε ἐπιζητῶ γὰρ καὶ ὅπερ ὁ Μάγνος εἴρηκε τὸ ἐπεσθίειν καὶ τὸ ἐπιφαγεῖν. καὶ ὁ Αἰμιλιανὸς ἔφη· τὸ μὲν ἀσώτιον ἔχεις παρὰ Στράττιδι ἐν Χρυσίππῳ λέγοντι οὕτως εἰ μηδέ χέσαι γ’ αὐτῷ σχολὴ γενήσεται μηδ’ εἰς ἀσώτιον τραπέσθαι μηδ’ ἐὰν αὐτῷ ξυναντᾷ τις, λαλῆσαι μηδὲ ἕν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi