Kitap 4
70
τῶν δὲ μαγείρων διάφοροί τινες ἦσαν οἱ καλούμενοι τραπεζοποιοί. εἰς ὃ δὲ οὗτοι παρελαμβάνοντο σαφῶς παρίστησιν Ἀντιφάνης ἐν Μετοίκῳ· προσέλαβον ἐλθὼν τουτονὶ τραπεζοποιόν, ὃς πλυνεῖ σκεύη, λύχνους ἑτοιμάσει, σπονδὰς ποιήσει, τἄλλ’ ὅσα τούτῳ προσήκει. ζητητέον δὲ εἰ καὶ ὁ τραπεζοκόμος ὁ αὐτὸς ἐστι τῷ τραπεζοποιῷ. Ἰόβας γὰρ ὁ βασιλεὺς ἐν ταῖς Ὁμοιότησι τὸν αὐτὸν εἶναί φησι τραπεζοκόμον καὶ τὸν ὑπὸ Ῥωμαίων καλούμενον στρούκτωρα, παρατιθέμενος ἐκ δράματος Ἀλεξάνδρου ᾧ ἐπιγραφὴ Πότος· εἰς αὔριόν με δεῖ λαβεῖν αὐλητρίδα. τραπεζοποιὸν, δημιουργὸν λήψομαι· ἐπὶ τοῦτ’ ἀπέστειλ’ ἐξ ἀγροῦ μ’ ὁ δεσπότης. ἐκάλουν δὲ τραπεζοποιὸν τὸν τραπεζῶν ἐπιμελητὴν καὶ τῆς ἄλλης εὐκοσμίας. Φιλήμων Παρεισιόντι· περὶ τοὐπτάνιον οὐ γίνεθ’ ἡ σκευωρία· τραπεζοποιὸς ἐστ’ ἐπὶ τοῦ διακονεῖν. ἔλεγον δὲ καὶ ἐπιτραπεζώματα τὰ ἐπιτιθέμενα τῇ τραπέζῃ βρώματα. Πλάτων Μενελάῳ· ὡς ὀλίγα λοιπὰ τῶν ἐπιτραπεζωμάτων. ἐκάλουν δὲ καὶ ἀγοραστὴν τὸν τὰ ὄψα ὠνούμενον, νῦν δ’ ὀψωνάτωρα, ὡς Ξενοφῶν ἐν δευτέρῳ Ἀπομνημονευμάτων οὑτωσὶ λέγων διάκονον δ’ ἂν καὶ ἀγοραστὴν τὸν τοιοῦτον ἐθέλοιμεν προῖκα λαβεῖν; παρὰ δὲ Μενάνδρῳ ἐστὶ κοινότερον ἐν Φανίῳ · φειδωλὸς ἦν καὶ μέτριος ἀγοραστής. ὀψώνην δ’ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς διὰ τούτων ὡς οὑψώνης διατρίβειν ἡμῖν τἄριστον ἔοικε. παροψωνεῖν δ’ ἔφη Κρατῖνος ἐν Κλεοβουλίναις οὕτως παραγοράζειν δὲ Ἄλεξις ἐν Δρωπίδῃ. εἰλέατροι δὲ καλοῦνται, ὥς φησι Πάμφιλος, οἱ ἐπὶ τὴν βασιλικὴν καλοῦντες τράπεζαν παρὰ τὸ ἐλεόν. Ἀρτεμίδωρος δ’ αὐτοὺς δειπνοκλήτορας ὀνομάζει,