Kitap 4
9
Δίφιλος δ’ ἐν Ἀπολειπούσῃ μάγειρόν τινα παράγων ποιεῖ τάδε λέγοντα (II 545 K)· πόσοι τὸ πλῆθός εἰσιν οἱ κεκλημένοι εἰς τοὺς γάμους, βέλτιστε, καὶ πότερ’ Ἀττικοὶ ἅπαντες ἢ κἀκ τοὐμπορίου τινές; Β. τί δαὶ τοῦτ’ ἐστὶ πρὸς σὲ τὸν μάγειρον; Α. τῆς τέχνης ἡγεμονία τίς ἐστιν αὕτη σοι, πάτερ, τὸ τῶν ἐδομένων τὰ στόματα προειδέναι. οἷον Ῥοδίους κέκληκας· εἰσιοῦσι δὸς εὐθὺς ἀπὸ θερμοῦ τὴν μεγάλην αὐτοῖς σπάσαι, ἀποζέσας σίλουρον ἢ λεβίαν, ἐφ’ ᾧ χαριεῖ πολὺ μᾶλλον ἢ μυρίνην προσεγχέας. Β. ἀστεῖον ὁ σιλουρισμός. Α. ἂν Βυζαντίους, ἀψινθίῳ σφιν δεῦσον ὅσα γ’ ἂν παρατιθῇς, κάθαλα ποιήσας πάντα κἀσκοροδισμένα. διὰ γὰρ τὸ πλῆθος τῶν παρ’ αὐτοῖς ἰχθύων πάντες βλιχανώδεις εἰσὶ καὶ μεστοὶ λάπης. Μένανδρος δ’ ἐν Τροφωνίῳ (IV 205 M)· ξένου τὸ δεῖπνόν ἐστιν ὑποδοχή. Β. τίνος; ποδαποῦ; διαφέρει τῷ μαγείρῳ τοῦτο γάρ. οἷον τὰ νησιωτικὰ ταυτὶ ξενύδρια, ἐν προσφάτοις ἰχθυδίοις τεθραμμένα καὶ παντοδαποῖς, τοῖς ἁλμίοις μὲν οὐ πάνυ ἁλίσκετ᾽, ἀλλ’ οὕτως παρέργως ἅπτεται· τὰς δ’ ὀνθυλεύσεις καὶ τὰ κεκαρυκευμένα μᾶλλον προσεδέξατ᾽. Ἀρκαδικὸς τοὐναντίον ἀθάλασσος ὢν τοῖς λοπαδίοις ἁλίσκεται· Ἰωνικὸς πλούταξ ὑποστάσεις ποιῶν κάνδαυλον, ὑποβινητιῶντα βρώματα.