Kitap 4
9
Δίφιλος δ’ ἐν Ἀπολειπούσῃ μάγειρόν τινα παράγων ποιεῖ τάδε λέγοντα· πόσοι τὸ πλῆθός εἰσιν οἱ κεκλημένοι εἰς τοὺς γάμους, βέλτιστε, καὶ πότερ’ Ἀττικοὶ ἅπαντες ἢ κἀκ τοὐμπορίου τινές; β. τί δαὶ τοῦτ’ ἐστὶ πρὸς σὲ τὸν μάγειρον; α. τῆς τέχνης ἡγεμονία τίς ἐστιν αὕτη σοι, πάτερ, τὸ τῶν ἐδομένων τὰ στόματα προειδέναι. οἷον Ῥοδίους κέκληκας· εἰσιοῦσι δὸς εὐθὺς ἀπὸ θερμοῦ τὴν μεγάλην αὐτοῖς σπάσαι ἀποζέσας σίλουρον ἢ λεβίαν, ἐφ’ ᾧ χαριεῖ πολὺ μᾶλλον ἢ μυρίνην προσεγχέας. β. ἀστεῖον ὁ σιλουρισμός. α. ἂν Βυζαντίους, ἀψινθίῳ σφιν δεῦσον ὅσα γ’ ἂν παρατιθῇς, κάθαλα ποιήσας πάντα κἀσκοροδισμένα. διὰ γὰρ τὸ πλῆθος τῶν παρ᾽· αὐτοῖς ἰχθύων πάντες βλιχανώδεις εἰσὶ καὶ μεστοὶ λάπης. Μένανδρος δ’ ἐν Τροφωνίῳ· ξένου τὸ δεῖπνόν ἐστιν ὑποδοχή. β. τίνος; ποδαποῦ; διαφέρει τῷ μαγείρῳ τοῦτο γάρ. οἷον τὰ νησιωτικὰ ταυτὶ ξενύδρια, ἐν προσφάτοις ἰχθυδίοις τεθραμμένα καὶ παντοδαποῖς, τοῖς ἁλμίοις μὲν οὐ πάνυ ἁλίσκετ᾽, ἀλλ’ οὕτω παρέργως ἅπτεται· τὰς δ’ ὀνθυλεύσεις καὶ τὰ κεκαρυκευμένα μᾶλλον προσεδέξατ᾽. Ἀρκαδικὸς τοὐναντίον ἀθάλαττος ὢν τοῖς λοπαδίοις ἁλίσκεται· Ἰωνικὸς πλούταξ, ὑποστάσεις ποιῶν κάνδαυλον, ὑποβινητιῶντα βρώματα.