Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 5

10 ἀλλ’ ὅπερ εἶπον, ἡ τῶν ἀκροαμάτων εἰς τὸ σῶφρον τοῦτο συμπόσιον εἰσαγωγὴ παρέγγραφός ἐστιν ἐκ τοῦ Κρητικοῦ χοροῦ μετενηνεγμένη, περὶ οὗ φησιν ἐν Ὁπλοποιίᾳ· ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς Ἀμφιγυήεις, τῷ ἴκελον οἷὸν ποτ’ ἐνὶ Κνωσσῷ εὐρείῃ Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ. ἔνθα μὲν ἠίθεοι καὶ παρθένοι ἀλφεσίβοιαι ὠρχεῦντ᾽, ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι, τούτοις γὰρ ἐπιβάλλει· πολλὸς δ’ ἱμερόεντα χορὸν περιίσταθ’ ὅμιλος τερπόμενος· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς φορμίζων δοιὼ δὲ κυβιστητῆρε κατ’ αὐτοὺς μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους. τοῖς μὲν οὖν Κρησὶν ἥ τε ὄρχησις ἐπιχώριος καὶ τὸ κυβιστᾶν. διό φησι πρὸς τὸν Κρῆτα Μηριόνην Μηριόνη, τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἲ σ’ ἔβαλόν περ. ὅθεν καὶ Κρητικὰ καλοῦσι τὰ ὑπορχήματα· Κρῆτα μὲν καλέουσι τρόπον, τὸ δ’ ὄργανον Μολοσσόν. οἱ δὲ λεγόμενοι Λακωνισταί, φησὶν ὁ Τίμαιος, ἐν τετραγώνοις χοροῖς ᾖδον. καθόλου δὲ διάφορος ἦν ἡ μουσικὴ παρὰ τοῖς Ἕλλησι, τῶν μὲν Ἀθηναίων τοὺς Διονυσιακοὺς χοροὺς καὶ τοὺς κυκλίους προτιμώντων, Συρακοσίων δὲ τοὺς ἰαμβιστάς, ἄλλων δ’ ἄλλο τι. ὁ δ’ Ἀρίσταρχος οὐ μόνον εἰς τὸ τοῦ Μενελάου συμπόσιον ἐμβαλὼν οὓς οὐ προσῆκε στίχους καὶ τῆς Λακώνων παιδείας ἀλλότριον ἐποίησε καὶ τῆς τοῦ βασιλέως σωφροσύνης , ἀλλὰ καὶ τοῦ Κρητικοῦ χοροῦ τὸν ᾠδὸν ἐξεῖλεν, ἐπιτεμὼν τὰ ποιήματα τὸν τρόπον τοῦτον πολλὸς δ’ ἱμερόεντα χορὸν περιίσταθ’ ὅμιλος τερπόμενος· δοιὼ δὲ κυβιστητῆρε κατ’ αὐτοὺς μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους. ὥστ’ ἀνίατον γίνεσθαι παντάπασι τὸ ἐξάρχοντες, μηκέτι δυναμένης τῆς ἐπὶ τὸν ᾠδὸν ἀναφορᾶς σῴζεσθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi