Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 5

16 ἀλλὰ γὰρ ἐπανιτέον ἐπὶ τὸ συμπόσιον, ἐν ᾧ Ὅμηρος ἐπιδεξίως ἀφορμὴν εὗρεν λόγων, ὥστε κτήμασιν κτῆσιν συγκρῖναι φίλου. οὐ γὰρ ὡς πρόβλημα προτείνει, ἀλλ᾽ ἐπιχαρίτως παρείρας ὁ Μενέλαος, ἐπειδὴ ἤκουσε τῶν ἐπαίνων, τὸ μὲν εἶναι πλούσιος οὐκ ἀρνεῖται· κἀνταῦθα δὲ περιελὼν τὸν φθόνον ‘πολλὰ γάρ φησιν παθὼν’ ἔχειν αὐτόν. οὐ μέντοι γε ἀξιοῖ ἑαυτὸν θεοῖς συγκρίνειν· ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματ’ ἔασιν. ἐνδειξάμενος δὲ φιλάδελφον ἦθος καὶ μετ’ ἀνάγκης φήσας ζῆν τε καὶ πλουτεῖν ἀντιπαρέθηκε τὸν τῆς φιλίας λόγον (97)· ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν ναίειν, οἱ δ’ ἄνδρες σόοι ἔμμεναι οἳ τότ’ ὄλοντο Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο. τίς ἂν οὖν τῶν ἐκγόνων ἐκείνων τῶν ὑπὲρ τοῦ τοιούτου τεθνηκότων οὐκ ἂν κατ’ ἀξίαν δόξειεν τὴν ἐπὶ τῇ στερήσει τοῦ πατρὸς λύπην τῇ τοῦ πατρὸς εὐχαρίστῳ μνήμῃ διορθουμένην; ὅπως δὲ μὴ δόξῃ κοινὸς εἶναι πρὸς πάντας τοὺς παραπλησίως αὐτῷ τὴν εὔνοιαν ἐνδεδειγμένους, ἐπήνεγκεν (104)· τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ, ὡς ἑνὸς ὅστε μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδήν. ἵνα δὲ μὴ φαίνηται μηδενὸς τῶν ἐκείνου παραμελῶν ἐμνήσθη κατ’ ὄνομα (110)· ὀδύρονται νύ που αὐτὸν Λαέρτης θ’ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια Τηλέμαχός θ᾽, ὃν ἔλειπε νέον γεγαῶτ’ ἐνὶ οἴκῳ. τοῦ δὲ δακρύσαντος πρὸς τὴν μνήμην ὃ μὲν ἐφίστησι κἀν τοσούτῳ .... τῇ τῆς Ἑλένης ἐπεισόδῳ κἀκείνης ἐκ τῆς ὁμοιότητος τεκμηραμένησ — πάνυ γὰρ αἱ γυναῖκες διὰ τὸ παρατηρεῖσθαι τὴν ἀλλήλων σωφροσύνην δειναὶ τὰς ὁμοιότητας τῶν παίδων πρὸς τοὺς γονέας ἐλέγξαι — παρεμβάλλοντός τινα λόγον καὶ τοῦ Πεισιστράτου — χρὴ γὰρ καὶ τοῦτον μὴ παρεῖναι δορυφορήματος τρόπον — καὶ διαλεχθέντος εὐσχημόνως περὶ τῆς αἰδοῦς τοῦ Τηλεμάχου, πάλιν ἐπιβάλλει ὁ Μενέλαος περὶ τῆς τοῦ Ὀδυσσέως φιλίας ὅτι μετὰ μόνου καταγηράναι μάλιστ’ ἂν ἤθελεν ἐκείνου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi