Kitap 5
54
καὶ Ταρσοῦ δὲ Ἐπικούρειος φιλόσοφος ἐτυράννησε, Λυσίας ὄνομα· ὃς ὑπὸ τῆς πατρίδος στεφανηφόρος αἱρεθείς, τουτέστιν ἱερεὺς Ἡρακλέους, οὐκ ἀπετίθετο τὴν ἀρχήν, ἀλλ’ ἐξ ἱματίου τύραννος ἦν, πορφυροῦν μὲν μεσόλευκον χιτῶνα ἐνδεδυκώς, χλαμύδα δὲ ἐφεστρίδα περιβεβλημένος πολυτελῆ καὶ ὑποδούμενος λευκὰς Λακωνικάς, στέφανον δάφνης χρυσοῦν ἐστεμμένος, καὶ διανέμων τὰ τῶν πλουσίων τοῖς πένησι, πολλοὺς φονεύων τῶν οὐ διδόντων.