Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 5

7 καὶ πρὸ τοῦ θοινᾶσθαι δὲ ἃ δεῖ ποιεῖν ἡμᾶς διδάσκει πάλιν Ὅμηρος, ἀπαρχὰς τῶν βρωμάτων νέμειν τοῖς θεοῖς. οἱ γοῦν περὶ τὸν Ὀδυσσέα καίπερ ὄντες ἐν τῷ τοῦ Κύκλωπος σπηλαίῳ· Od. 9.231 ἔνθα δὲ πῦρ κείαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ τυρῶν αἰνύμενοι φάγομεν. καὶ ὁ Ἀχιλλεὺς καίπερ ἐπειγομένων τῶν πρέσβεων ὡς ἐν μέσαις νυξὶν ἡκόντων ὅμως· Il. 9.219 θεοῖσι δὲ θῦσαι ἀνώγει Πάτροκλον ὃν ἑταῖρον· ὃ δ’ ἐν πυρὶ βάλλε θυηλάς. καὶ σπονδοποιεῖταί γε τοὺς δαιτυμόνας (ib. 175)· κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο, νώμησαν δ’ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν. αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽. ἅπερ καὶ Πλάτων φυλάσσει κατὰ τὸ συμπόσιον. μετὰ γὰρ τὸ δειπνῆσαι σπονδάς τέ φησιν (p. 176a) ποιῆσαι καὶ τὸν θεὸν παιωνίσαντας τοῖς νομιζομένοις γέρασι ... παραπλησίως δὲ καὶ Ξενοφῶν. παρὰ δ’ Ἐπικούρῳ οὐ σπονδή, οὐκ ἀπαρχὴ θεοῖς, ἀλλ’ ὥσπερ Σιμωνίδης ἔφη περὶ τῆς ἀκόσμου γυναικός (fr. 7, 56), ἄθυστα δ’ ἱρὰ πολλάκις κατεσθίει ....

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi