Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 6

1 ἐπειδὴ ἀπαιτεῖς συνεχῶς ἀπαντῶν, ἑταῖρε Τιμόκρατες, τὰ παρὰ τοῖς δειπνοσοφισταῖς λεγόμενα, καινά τινα νομίζων ἡμᾶς εὑρίσκειν, ὑπομνήσομέν σε τὰ παρὰ Ἀντιφάνει λεγόμενα ἐν Ποιήσει τόνδε τὸν τρόπον μακάριόν ἐστιν ἡ τραγῳδία ποίημα κατὰ πάντ᾽, εἴ γε πρῶτον οἱ λόγοι ὑπὸ τῶν θεατῶν εἰσιν ἐγνωρισμένοι, πρὶν καὶ τιν’ εἰπεῖν ὥστ’ ὑπομνῆσαι μόνον δεῖ τὸν ποιητήν. Οἰδίπουν γὰρ ἂν φράσω, τὰ γ’ ἄλλα πάντ’ ἴσασιν ὁ πατήρ Λάιος, μήτηρ Ἰοκάστη, θυγατέρες, παῖδες τίνες, τί πείσεθ’ οὗτος, τί πεποίηκεν. ἂν πάλιν εἴπῃ τις Ἀλκμέωνα, καὶ τὰ παιδία πάντ’ εὐθὺς εἴρηχ᾽, ὅτι μανεὶς ἀπέκτονε τὴν μητέρ᾽, ἀγανακτῶν δ’ Ἄδραστος εὐθέως ἥξει πάλιν τ’ ἄπεισι ἔπειθ’ ὅταν μηδὲν δύνωντ’ εἰπεῖν ἔτι, κομιδῇ δ’ ἀπειρήκωσιν ἐν τοῖς δράμασιν, αἴρουσιν ὥσπερ δάκτυλον τὴν μηχανήν, καὶ τοῖς θεωμένοισιν ἀποχρώντως ἔχει. ἡμῖν δὲ ταῦτ’ οὐκ ἔστιν, ἀλλὰ πάντα δεῖ εὑρεῖν, ὀνόματα καινά, καινά πράγματα, καινοὺς λόγους κἄπειτα τὰ διῳκημένα πρότερον, τὰ νῦν παρόντα, τὴν καταστροφήν, τὴν εἰσβολήν. ἂν ἕν τι τούτων παραλίπῃ Χρέμης τις ἢ Φείδων τις, ἐκσυρίττεται· Πηλεῖ δὲ ταῦτ’ ἔξεστι καὶ Τεύκρῳ ποιεῖν. Δίφιλος δ’ ἐν Ἐλαιῶνι ἢ Φρουροῦσι· ὦ τόνδ’ ἐποπτεύουσα καὶ κεκτημένη Βραυρῶνος ἱεροῦ θεοφιλέστατον τόπον, Λητοῦς Διός τε τοξόδαμνε παρθένε, ὡς οἱ τραγῳδοί φασιν, οἷς ἐξουσία ἐστὶν λέγειν ἅπαντα καὶ ποιεῖν μόνοις.
1 / 85 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi