Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 6

18 καὶ Ἀντιφάνης δὲ ἐν Λημνίαις φησί (II 70 K)· παρετέθη τρίπους πλακοῦντα χρηστόν, ὦ πολυτίμητοι θεοί, ἔχων ἐν ἀργυρῷ τε τρυβλίῳ μέλι. καὶ Σώπατρος δ’ ὁ παρῳδὸς ἐν Ὀρέστῃ· σαπρὸν σίλουρον ἀργυροῦς πίναξ ἔχων. ἐν δὲ τῷ ἐπιγραφομένῳ δράματι Φακῇ φησιν· ἀλλ’ ἀμφὶ δείπνοις ὀξίδ’ ἀργυρᾶν ἔχει δρακοντομίμοις ὀργάνων τορεύμασιν, οἵαν ποτ’ ἔσχε καὶ Θίβρων ὁ Ταντάλου μαλακὸν ταλάντοις ἐκταλαντωθεὶς ἀνήρ. Θεόπομπος δ’ ὁ Χῖος ἐν ταῖς πρὸς Ἀλέξανδρον συμβουλαῖς (FHG I 325) περὶ Θεοκρίτου τοῦ πολίτου τὸν λόγον ποιούμενός φησιν· ‘ἐξ ἀργυρωμάτων δὲ καὶ χρυσῶν πίνει καὶ τοῖς σκεύεσιν χρῆται τοῖς ἐπὶ τῆς τραπέζης ἑτέροις τοιούτοις, ὁ πρότερον οὐχ ὅπως ἐξ ἀργυρωμάτων οὐκ ἔχων πίνειν ἀλλ’ οὐδὲ χαλκῶν, ἀλλ’ ἐκ κεραμέων καὶ τούτων ἐνίοτε κολοβῶν.’ Δίφιλος δ’ ἐν Ζωγράφῳ (II 555 K)· ἄριστον ἐπεχόρευσεν ἐκλελεγμένον, εἴ τι νέον ἢ ποθεινόν· ὀστρέων γένη παντοδαπά, λοπάδων παρατεταγμένη φάλαγξ, ὀπτῶν ἐπῆγε σωρὸς ἀπὸ τοῦ τηγάνου, τριμμάτια τούτοις ἐν θυΐαις ἀργυραῖς. Φιλήμων Ἰατρῷ (II 487 K)· καὶ γυλιόν τιν’ ἀργυρωμάτων. Μένανδρος Ἑαυτὸν τιμωρουμένῳ (IV 111 M)· λουτρόν, θεραπαίνας, ... ἀργυρώματα. καὶ ἐν Ὑμνίδι (IV 210 M)· ἀλλὰ τἀργυρώματα ἥκω λαβεῖν βουλόμενος. Λυσίας δ’ ἐν τῷ περὶ τοῦ χρυσοῦ τρίποδος, εἰ γνήσιος ὁ λόγος (fr. 148 Tur)· ‘ἀργυρώματά τε ἢ χρυσώματα ἔτι ἦν διδόναι.’ οἱ δ’ ἑλληνίζοντες λέγειν δεῖν φασιν ἀργυροῦν κόσμον καὶ χρυσοῦν κόσμον.’

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi