Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 6

30 οἱ δ’ ἀρχαῖοι ποιηταὶ τοὺς παρασίτους κόλακας ἐκάλουν, ἀφ᾽ ὧν καὶ Εὔπολις τῷ δράματι τὴν ἐπιγραφὴν ἐποιήσατο, τὸν χορὸν τῶν Κολάκων ποιήσας τάδε λέγοντα (I 301 K)· ἀλλὰ δίαιταν ἣν ἔχουσ’ οἱ κόλακες πρὸς ὑμᾶς λέξομεν· ἀλλ’ ἀκούσαθ᾽, ὡς ἐσμὲν ἅπαντα κομψοὶ ἄνδρες· ὅτοισι πρῶτα μὲν παῖς ἀκόλουθός ἐστιν ἀλλότριος τὰ πολλά, μικρὸν δέ τι κἀμὸς αὐτοῦ. ἱματίω δέ μοι δύ’ ἐστὸν χαρίεντε τούτω, οἷν μεταλαμβάνων ἀεὶ θάτερον ἐξελαύνω εἰς ἀγοράν. ἐκεῖ δ’ ἐπειδὰν κατίδω τιν’ ἄνδρα ἠλίθιον, πλουτοῦντα δ᾽, εὐθὺς περὶ τοῦτον εἰμί. κἄν τι τύχῃ λέγων ὁ πλούταξ, πάνυ τοῦτ’ ἐπαινῶ καὶ καταπλήττομαι δοκῶν τοῖσι λόγοισι χαίρειν. εἶτ’ ἐπὶ δεῖπνον ἐρχόμεσθ’ ἄλλυδις ἄλλος ἡμῶν μᾶζαν ἐπ’ ἀλλόφυλον, οὗ δεῖ χαρίεντα πολλὰ τὸν κόλακ’ εὐθέως λέγειν ἢ ᾽κφέρεται θύραζε. οἶδα δ’ Ἀκέστορ’ αὐτὸ τὸν στιγματίαν παθόντα· σκῶμμα γὰρ εἶπ’ ἀσελγές, εἶτ’ αὐτὸν ὁ παῖς θύραζε ἐξαγαγὼν ἔχοντα κλοιὸν παρέδωκεν Οἰνεῖ.
31 τοῦ δὲ ὀνόματος τοῦ παρασίτου μνημονεύει Ἀραρὼς ἐν Ὑμεναίῳ διὰ τούτων (II 218 K)· οὐκ ἔσθ’ ὅπως οὐκ εἶ παράσιτος, φίλτατε· ὁ δ’ Ἰσχόμαχος ὁδὶ τρέφων σε τυγχάνει. πολὺ δ’ ἐστὶ τὸ ὄνομα παρὰ τοῖς νεωτέροις. τὸ δὲ ῥῆμα παρὰ Πλάτωνι τῷ φιλοσόφῳ ἐν Λάχητι (p. 179 c)· φησὶ γάρ· ‘καὶ ἡμῖν τὰ μειράκια παρασιτεῖ.’ παρασίτων δ’ εἶναί φησι γένη δύο Ἄλεξις ἐν Κυβερνήτῃ διὰ τούτων (II 338 K)· δύ’ ἐστί, Ναυσίνικε, παρασίτων γένη, ἓν μὲν τὸ κοινὸν καὶ κεκωμῳδημένον, οἱ μέλανες ἡμεῖς. θάτερον ζητῶ γένος, σεμνοπαράσιτον ἐκ μέσου καλούμενον, σατράπας παρασίτους καὶ στρατηγοὺς ἐπιφανεῖς ὑποκρινόμενον εὖ τοῖς βίοις, ὀφρῦς ἔχον χιλιοταλάντους ἀνακυλῖόν τ’ οὐσίας· νοεῖς σὺ τὸ γένος καὶ τὸ πρᾶγμα; Ν. καὶ μάλα. Α. τούτων δ’ ἑκατέρου τῶν γενῶν ὁ μὲν τύπος τῆς ἐργασίας εἷς ἐστι, κολακείας ἀγών· ὥσπερ ἐπὶ τῶν βίων δὲ τοὺς μὲν ἡ τύχη ἡμῶν μεγάλοις προσένειμε, τοὺς δ’ ἐλάττοσι εἶθ’ οἳ μὲν εὐποροῦμεν, οἳ δ’ ἀλύομεν. ἆρά γε διδάσκων, Ναυσίνικ᾽; Ν. οὐκ ἀστόχως, ἀλλ’ ἄν σ’ ἐπαινῶ μᾶλλον, αἰτήσεις μέ τι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi