Kitap 6
34
καὶ Ἀριστοφῶν δὲ ἐν Ἰατρῷ φησι· βούλομαι δὲ αὐτῷ προειπεῖν οἷός εἰμι τοὺς τρόπους. ἄν τις ἑστιᾷ, πάρειμι πρῶτος, ὥστ’ ἤδη πάλαι ζωμὸς καλοῦμαι, δεῖ τιν’ ἄρασθαι μέσον τῶν παροινούντων, παλαιστὴν νόμισον Ἀργεῖόν μ’ ὁρᾶν. προσβαλεῖν πρὸς οἰκίαν δεῖ, κριός· ἀναβῆναί τι πρὸς κλιμάκιον Καπανεύς· ὑπομένειν πληγὰς ἄκμων κονδύλους πλάττειν δὲ Τελαμών τοὺς καλοὺς πειρᾶν καπνός. κἀν Πυθαγοριστῇ δέ φησι· πρὸς μὲν τὸ πεινῆν ἐσθίειν τε μηδὲ ἓν νόμιζ’ ὁρᾶν Τιθύμαλλον ἢ Φιλιππίδην. ὕδωρ δὲ πίνειν βάτραχος, ἀπολαῦσαι θύμων λαχάνων τε κάμπη, πρὸς τὸ μὴ λοῦσθαι ῥύπος, ὑπαίθριος χειμῶνα διάγειν κόψιχος, πνῖγος ὑπομεῖναι καὶ μεσημβρίας λαλεῖν τέττιξ, ἐλαίῳ μηδὲ χρίεσθαι τὸ πᾶν κονιορτός, ἀνυπόδητος ὄρθρου περιπατεῖν γέρανος, καθεύδειν μηδὲ μικρὸν νυκτερίς.
35
Ἀντιφάνης δ’ ἐν Προγόνοις· τὸν τρόπον μὲν οἶσθά μου ὅτι τῦφος οὐκ ἔνεστιν, ἀλλὰ τοῖς φίλοις τοιοῦτὸς εἰμ᾽, ἥδιστε, τύπτεσθαι μύδρος, τύπτειν κεραυνός, ἐκτυφλοῦν τιν’ ἀστραπή, φέρειν τιν’ ἄρας ἄνεμος, ἀποπνῖξαι βρόχος, θύρας μοχλεύειν σεισμός, εἰσπηδᾶν ἀκρίς, δειπνεῖν ἄκλητος μυῖα, μὴ ᾽ ξελθεῖν φρέαρ, ἄγχειν, φονεύειν, μαρτυρεῖν, ὅσ’ ἂν μόνον τύχῃ τις εἰπών, ταῦτ’ ἀπροσκέπτως ποεῖν ἅπαντα, καὶ καλοῦσὶ μ’ οἱ νεώτεροι διὰ ταῦτα πάντα σκηπτὸν ἀλλ’ οὐδὲν μέλει τῶν σκωμμάτων μοι· τῶν φίλων γὰρ ὢν φίλος ἔργοισι χρηστός, οὐ λόγοις ἔφυν μόνον. Δίφιλος δ’ ἐν Παρασίτῳ μελλόντων γίνεσθαι γάμων τὸν παράσιτον ποιεῖ λέγοντα τάδε· ἀγνοεῖς ἐν ταῖς ἀραῖς ὅ τι ἔστιν, εἴ τις μὴ φράσει’ ὀρθῶς ὁδὸν ἢ πῦρ ἐναύσει’ ἢ διαφθείρει’ ὕδωρ, ἢ δειπνιεῖν μέλλοντα κωλύσαι τινά. Εὔβουλος δ’ ἐν Οἰδίποδι· ὁ πρῶτος εὑρὼν τἀλλότρια δειπνεῖν ἀνὴρ δημοτικὸς ἦν τις, ὡς ἔοικε, τοὺς τρόπους. ὅστις δ’ ἐπὶ δεῖπνον ἢ φίλον τιν’ ἢ ξένον καλέσας ἔπειτα συμβολὰς ἐπράξατο, φυγὰς γένοιτο μηδὲν οἴκοθεν λαβών.