Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 6

36 Διόδωρος δὲ ὁ Σινωπεὺς ἐν Ἐπικλήρῳ περὶ τοῦ παρασιτεῖν καὶ αὐτὸς οὐκ ἀγλαφύρως τάδε φησίν (II 420 K)· βούλομαι δεῖξαι σαφῶς ὡς σεμνόν ἐστι τοῦτο καὶ νενομισμένον καὶ τῶν θεῶν εὕρημα· τὰς δ’ ἄλλας τέχνας οὐδεὶς θεῶν κατέδειξεν, ἀλλ’ ἄνδρες σοφοί· τὸ γὰρ παρασιτεῖν εὗρεν ὁ Ζεὺς ὁ φίλιος, ὁ τῶν θεῶν μέγιστος ὁμολογουμένως. οὗτος γὰρ εἰς τὰς οἰκίας εἰσέρχεται οὐχὶ διακρίνας τὴν πενιχρὰν ἢ πλουσίαν. οὗ δ’ ἂν καλῶς ἐστρωμένην κλίνην ἴδῃ, παρακειμένην τε τὴν τράπεζαν πάνθ’ ἃ δεῖ ἔχουσαν, ἤδη συγκατακλιθεὶς κοσμίως ἀριστίσας ἑαυτόν, ἐντραγών, πιών, ἀπέρχετ’ οἴκαδ’ οὐ καταβαλὼν συμβολάς. κἀγὼ ποῶ νῦν τοῦτ᾽· ἐπὰν κλίνας ἴδω ἐστρωμένας καὶ τὰς τραπέζας εὐτρεπεῖς καὶ τὴν θύραν ἀνεῳγμένην, εἰσέρχομαι ἐνθάδε σιωπῇ καὶ ποιήσας εὐσταλῆ ἐμαυτόν, ὥστε μὴ ἐνοχλεῖν τὸν συμπότην, πάντων ἀπολαύσας τῶν παρατεθέντων, πιών, ἀπέρχομ’ οἴκαδ’ ὥσπερ ὁ Ζεὺς ὁ φίλιος. ὅτι δ’ ἦν τὸ πρᾶγμ’ ἔνδοξον ἀεὶ καὶ καλόν, ἐκεῖθεν ἂν γνοίη τις ἔτι σαφέστερον· τὸν Ἡρακλέα τιμῶσα λαμπρῶς ἡ πόλις ἐν ἅπασι τοῖς δήμοις θυσίας ποιουμένη εἰς τὰς θυσίας ταύτας παρασίτους τῷ θεῷ οὐπώποτ᾽ ἀπεκλήρωσεν οὐδὲ παρέλαβεν εἰς ταῦτα τοὺς τυχόντας, ἀλλὰ κατέλεγεν ἐκ τῶν πολιτῶν δώδεκ’ ἄνδρας ἐπιμελῶς, ἐκλεξαμένη τοὺς ἐκ δύ’ ἀστῶν γεγονότας, ἔχοντας οὐσίας, καλῶς βεβιωκότας. εἶθ’ ὕστερον τὸν Ἡρακλέα μιμούμενοι τῶν εὐπόρων τινὲς παρασίτους ἑλόμενοι τρέφειν παρεκάλουν οὐχὶ τοὺς χαριεστάτους ἐκλεγόμενοι, τοὺς δὲ κολακεύειν δυναμένους καὶ πάντ’ ἐπαινεῖν· οἷς ἐπειδὰν προσερύγῃ ῥαφανῖδα καὶ σαπρὸν σίλουρον καταφαγών, ἴα καὶ ῥόδα φασὶν αὐτὸν ἠριστηκέναι. ἐπὰν δ’ ἀποπάρδῃ μετά τινος κατακείμενος τούτων, προσάγων τὴν ῥῖνα δεῖθ’ αὑτῷ φράσαι· ‘πόθεν τὸ θυμίαμα τοῦτο λαμβάνεις;’ διὰ τοὺς τοιούτους τοὺς ἀσελγῶς χρωμένους τὸ τίμιον καὶ τὸ καλὸν αἰσχρόν ἐστι νῦν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi