Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 6

43 Ἀπολλόδωρος δ’ ὁ Καρύστιος ἐν Ἱερείᾳ· καινὸν γέ φασι Χαιρεφῶντ᾽ ἐν τοῖς γάμοις ὡς τὸν Ὀφέλαν ἄκλητον εἰσδεδυκέναι. σπυρίδα λαβὼν γὰρ καὶ στέφανον ὡς ἦν σκότος, φάσκων παρὰ τῆς νύμφης ὁ τὰς ὄρνεις φέρων ἥκειν, δεδείπνηχ᾽, ὡς ἔοικεν, εἰσπεσών. ἐν δὲ Σφαττομένῃ· καλῶ δ’ Ἄρη Νίκην τ’ ἐπ’ ἐξόδοις ἐμαῖς, καλῶ δὲ Χαιρεφῶντα· κἂν γὰρ μὴ καλῶ, ἄκλητος ἥξει. Μάχων δ’ ὁ κωμικός φησιν ὁδὸν μακρὰν ἐλθόντος ἐπὶ δεῖπνόν ποτε τοῦ Χαιρεφῶντος εἰς γάμους ἐξ ἄστεος εἰπεῖν λέγουσι τὸν ποιητὴν Δίφιλον· εἰς τὰς ἑαυτοῦ, Χαιρεφῶν, σιαγόνας ἔγκοψον ἥλους ἑκατέρᾳ γε τέτταρας, ἵνα μὴ παρασείων καὶ μακρὰν ἑκάστοτε ὁδὸν βαδίζων τὰς γνάθους διαστρέφῃς. καὶ πάλιν ὁ Χαιρεφῶν κρεᾴδι’ ὠψώνει ποτέ, καὶ τοῦ μαγείρου, φασίν, ὀστῶδες σφόδρα αὐτῷ τι προσκόπτοντος ἀπὸ τύχης κρέας εἶπεν· μάγειρε, μὴ προσίστα τοῦτό μοι τοὐστοῦν. ὁ δ’ εἶπεν· ἀλλὰ μήν ἐστιν γλυκύ. καὶ μὴν τὸ πρὸς ὀστοῦν φασι κρέας εἶναι γλυκύ. ὁ Χαιρεφῶν δὲ καὶ μάλ᾽, ὦ βέλτιστ᾽, ἔφη, γλυκὺ μέν, προσιστάμενον δὲ λυπεῖ πανταχῇ. τοῦ Χαιρεφῶντος καὶ σύγγραμμα ἀναγράφει Καλλίμαχος ἐν τῷ τῶν παντοδαπῶν πίνακι γράφων οὕτως· δεῖπνα ὅσοι ἔγραψαν· Χαιρεφῶν Κυρηβίωνι. εἶθ’ ἑξῆς τὴν ἀρχὴν ὑπέθηκεν ἐπειδή μοι πολλάκις ἐπέστειλας. στίχων τεο . καὶ ὁ Κυρηβίων δ’ ὅτι παράσιτος προείρηται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi