Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 6

44 καὶ Ἀρχεφῶντος δὲ τοῦ παρασίτου μνημονεύων ὁ Μάχων φησί· κληθεὶς ἐπὶ δεῖπνον ὁ παράσιτος Ἀρχεφῶν ὑπὸ Πτολεμαίου τοῦ βασιλέως, ἡνίκα κατέπλευσεν εἰς Αἴγυπτον ἐκ τῆς Ἀττικῆς, ὄψου πετραίου παρατεθέντος ποικίλου ἐπὶ τῆς τραπέζης καράβων τ’ ἀληθινῶν, ἐπὶ πᾶσι λοπάδος τ’ εἰσενεχθείσης ἁδρᾶς, ἐν ᾗ τεμαχιστοὶ τρεῖς ἐνῆσαν κωβιοί, οὓς κατεπλάγησαν πάντες οἱ κεκλημένοι, τῶν μὲν σκάρων ἀπέλαυε τῶν τριγλῶν θ’ ἅμα καὶ φυκίδων ἐπὶ πλεῖον Ἀρχεφῶν πάνυ, ἄνθρωπος ὑπὸ τῶν μαινίδων καὶ μεμβράδων Φαληρικῆς ἀφύης τε διασεσαγμένος, τῶν κωβιῶν δ’ ἀπέσχετ’ ἐγκρατέστατα. πάνυ δὴ παραδόξου γενομένου τοῦ πράγματος καὶ τοῦ βασιλέως πυθομένου τἀλκήνορος ‘μὴ παρεόρακεν Ἀρχεφῶν τοὺς κωβιούς;’ ὁ κυρτὸς εἶπε, ‘πᾶν μὲν οὖν τοὐναντίον, Πτολεμαῖ᾽, ἑόρακε πρῶτος, ἀλλ’ οὐχ ἅπτεται, τοὔψον δὲ σέβεται τοῦτο καὶ δέδοικέ πως· οὐδ’ ἐστὶν αὐτῷ πάτριον ὄντ’ ἀσύμβολον ἰχθὺν ἔχοντα ψῆφον ἀδικεῖν οὐδένα.’

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi