Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 6

48 Φιλόξενος δὲ ὁ παράσιτος, Πτερνοκοπὶς δ’ ἐπίκλην, παρὰ Πύθωνι ἀριστῶν παρακειμένων ἐλαῶν καὶ μετὰ μικρὸν προσενεχθείσης λοπάδος ἰχθύων πατάξας τὸ τρύβλιον ἔφη (E 366) ‘μάστιξεν δ’ ἐλάαν.’ ἐν δείπνῳ δὲ τοῦ καλέσαντος αὐτὸν μέλανας ἄρτους παρατιθέντος ‘μὴ πολλούς’, εἶπε, ‘παρατίθει, μὴ σκότος ποιήσῃς’. τὸν ὑπὸ τῆς γραὸς τρεφόμενον παράσιτον Παυσίμαχος ἔλεγεν τοὐναντίον πάσχειν τῇ γραίᾳ συνόντα· αὐτὸν γὰρ ἐν γαστρὶ λαμβάνειν ἀεί. περὶ τούτου καὶ Μάχων γράφει οὕτως· τὸν ὑδροπότην ... Μοσχίωνα λεγόμενον ἰδόντα φασὶν ἐν Λυκείῳ μετά τινων παράσιτον ὑπὸ γραὸς τρεφόμενον πλουσίας ‘ὁ δεῖνα, παράδοξόν γε ποιεῖς πρᾶγμ᾽, ὅτι ἡ γραῦς ποιεῖ σ’ ἐν γαστρὶ λαμβάνειν ἀεί.’ ὁ δὲ αὐτὸς παράσιτον ἀκούσας ὑπὸ γραίας τρεφόμενον συγγινόμενόν τε αὐτῇ ἑκάστης ἡμέρας· νῦν πάντα, φασί, γίνεθ᾽· ἡ μὲν οὐ κύει, ἐν γαστρὶ δ’ οὗτος λαμβάνει καθ’ ἡμέραν. Πτολεμαῖος δ’ ὁ τοῦ Ἀγησάρχου Μεγαλοπολίτης γένος ἐν τῇ δευτέρᾳ τῶν περὶ τὸν Φιλοπάτορα ἱστοριῶν (FHG III 67) συμπότας φησὶ τῷ βασιλεῖ συνάγεσθαι ἐξ ἁπάσης τῆς πόλεως, οὓς προσαγορεύεσθαι γελοιαστάς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi