Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 6

4 ἐπεισῆλθον οὖν ἡμῖν παῖδες πλῆθος ὅσον ἰχθύων φέροντες θαλασσίων λιμναίων τε ἐπὶ πινάκων ἀργυρῶν, ὡς θαυμάσαι μετὰ τοῦ πλούτου καὶ τὴν πολυτέλειαν· μονονουχὶ γὰρ καὶ τὰς Νηρηίδας ὠψωνήκει. καί τις τῶν παρασίτων καὶ κολάκων ἔφη τὸν Ποσειδῶ πέμπειν τῷ Νιττουνίῳ ἡμῶν τοὺς ἰχθῦς οὐ διὰ τῶν ἐν τῇ Ῥώμῃ ἴσον ἴσῳ τῶν τὸν ἰχθὺν πωλούντων, ἀλλὰ τοὺς μὲν ἐξ Ἀντίου κεκομίσθαι, ἑτέρους δ’ ἐκ Ταρακινῶν καὶ τῶν καταντικρὺ νήσων Ποντίων, ἄλλους δ’ ἐκ Πύργων· πόλις δ᾽ αὕτη Τυρρηνική. οἱ γὰρ ἐν τῇ Ῥώμῃ ἰχθυοπῶλαι οὐδ’ ὀλίγον ἀποδέουσι τῶν κατὰ τὴν Ἀττικήν ποτε κωμῳδηθέντων· περὶ ὧν Ἀντιφάνης μὲν ἐν Νεανίσκοις φησίν (II 79 K)· ἐγὼ τέως μὲν ᾠόμην τὰς Γοργόνας εἶναί τι λογοποίημα· πρὸς ἀγορὰν δ’ ὅταν ἔλθω, πεπίστευκ᾽· ἐμβλέπων γὰρ αὐτόθι τοῖς ἰχθυοπώλαις λίθινος εὐθὺς γίνομαι· ὥστ’ ἐξ ἀνάγκης ἔστ’ ἀποστραφέντι μοι λαλεῖν πρὸς αὐτούς. ἂν ἴδω γὰρ ἡλίκον ἰχθὺν ὅσου τιμῶσι, πήγνυμαι σαφῶς.
5 Ἄμφις δ’ ἐν Πλάνῳ (II 244 K)· πρὸς τοὺς στρατηγοὺς ῥᾷόν ἐστιν μυρίαις μοίραις προσελθόντ’ ἀξιωθῆναι λόγου λαβεῖν τ’ ἀπόκρισιν ὧν ἂν ἐπερωτᾷ τις ἢ πρὸς τοὺς καταράτους ἰχθυοπώλας ἐν ἀγορᾷ. οὓς ἂν ἐπερωτήσῃ τις λαβών τι τῶν παρακειμένων, ἔκυψεν ὥσπερ Τήλεφος πρῶτον σιωπῇ (καὶ δικαίως τοῦτό γε· ἅπαντες ἀνδροφόνοι γάρ εἰσιν ἑνὶ λόγῳ), ὡσεὶ προσέχων δ’ οὐδὲν οὐδ’ ἀκηκοὼς ἔκρουσε πουλύπουν τιν᾽· ὃ δ’ ἐπρήσθη .... ............ καὶ τότ’ οὐ λαλῶν ὅλα τὰ ῥήματ᾽, ἀλλὰ συλλαβὴν ἀφελὼν ‘τάρων βολῶν γένοιτ’ ἄν·’ ἡ δὲ κέστρα; ‘κτὼ βολῶν.’ τοιαῦτ’ ἀκοῦσαι δεῖ τὸν ὀψωνοῦντά τι. Ἄλεξις Ἀπεγλαυκωμένῳ (II 303 K)· τοὺς μὲν στρατηγοὺς τὰς ὀφρῦς ἐπὰν ἴδω ἀνεσπακότας, δεινὸν μὲν ἠγοῦμαι ποεῖν, οὐ πάνυ τι θαυμάζω δὲ προτετιμημένους ὑπὸ τῆς πόλεως μεῖζόν τι τῶν ἄλλων φρονεῖν. τοὺς δ’ ἰχθυοπώλας τοὺς κάκιστ’ ἀπολουμένους ἐπὰν ἴδω κάτω βλέποντας, τὰς δ’ ὀφρῦς ἔχοντας ἐπάνω τῆς κορυφῆς, ἀποπνίγομαι. ἐὰν δ’ ἐρωτήσῃς ‘πόσου τοὺς κεστρέας πωλεῖς δύ’ ὄντας,’ ‘δέκ’ ὀβολῶν,’ φησίν. ‘βαρύ. ὀκτὼ λάβοις ἄν;’ ‘εἴπερ ὠνεῖ τὸν ἕτερον.’ ‘ὦτάν, λαβὲ καὶ μὴ παῖζε.’ ‘τοσουδί; παράτρεχε.’ ταῦτ’ οὐχὶ πικρότερ’ ἐστὶν αὐτῆς τῆς χολῆς;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi