Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 6

53 τοσαῦτα τοῦ Πλουτάρχου εἰπόντος περὶ παρασίτων διαδεξάμενος τὸν λόγον ὁ Δημόκριτος ‘ἀλλὰ μὴν καὶ αὐτός’, ἔφη, ‘τὸ ποτίκολλον ἅτε ξύλον παρὰ ξύλῳ, ὡς ὁ Θηβαῖος εἴρηκεν ποιητής (fr. 241), περὶ κολάκων ἐρῶ τι. ‘πράττει γὰρ πάντων ὁ κόλαξ ἄριστα’, ὁ καλὸς εἶπεν Μένανδρος (IV 135, 16 M), οὐ μακρὰν δ’ ἐστὶν ὁ κόλαξ τοῦ τῶν παρασίτων ὀνόματος. Κλείσοφον γοῦν τὸν ὑπὸ πάντων κόλακα Φιλίππου τοῦ τῶν Μακεδόνων βασιλέως ἀναγραφόμενον (Ἀθηναῖος δ’ ἦν γένος, ὥς φησι Σάτυρος ὁ περιπατητικὸς ἐν τῷ Φιλίππου βίῳ [FHG III 161]ʼ Λυγκεὺς ὁ Σάμιος ἐν τοῖς Ἀπομνημονεύμασι παράσιτον ὀνομάζει λέγων οὕτως· ‘Κλείσοφος ὁ Φιλίππου παράσιτος ἐπιτιμῶντος αὐτῷ τοῦ Φιλίππου διότι ἀεὶ αἰτεῖ, ‘ἵν᾽, ἔφη, μὴ ἐπιλανθάνωμαι.’ τοῦ δὲ Φιλίππου δόντος αὐτῷ ἵππον τραυματίαν ἀπέδοτο. καὶ μετὰ χρόνον ἐπερωτηθεὶς ὑπὸ τοῦ βασιλέως ποῦ ἐστιν, ‘ἐκ τοῦ τραύματος, ἔφη, ᾽κείνου πέπραται.’ σκώπτοντος δ’ αὐτὸν τοῦ Φιλίππου καὶ εὐημεροῦντος ‘εἶτ’ οὐκ ἐγὼ σέ, ἔφη, θρέψω;’ καὶ ὁ Δελφὸς δὲ Ἡγήσανδρος ἐν τοῖς ὑπομνήμασι (FHG IV 413) περὶ τοῦ Κλεισόφου τάδε ἱστορεῖ· ‘Φιλίππου τοῦ βασιλέως εἰπόντος διότι γράμματα αὐτῷ ἐκομίσθη παρὰ Κότυος τοῦ Θρᾳκῶν βασιλέως Κλείσοφος παρὼν ἔφη ‘εὖ γε νὴ τοὺς θεούς.’ τοῦ δὲ Φιλίππου εἰπόντος ‘τί δὲ σὺ οἶδας ὑπὲρ ὧν γέγραπται;’ ‘νὴ τὸν Δία τὸν μέγιστον’, εἶπεν, ‘ἄκρως γέ μοι ἐπετίμησας.’

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi