Kitap 6
6
Δίφιλος Πολυπράγμονι (II 562 K)· ᾤμην ἐγὼ τοὺς ἰχθυοπώλας τὸ πρότερον εἶναι πονηροὺς τοὺς Ἀθήνησιν μόνους. τόδε δ᾽, ὡς ἔοικε, τὸ γένος ὥσπερ θηρίων ἐπίβουλόν ἐστι τῇ φύσει καὶ πανταχοῦ. ἐνταῦθα γοῦν ἔστιν τις ὑπερηκοντικώς, κόμην τρέφων μὲν πρῶτον ἱερὰν τοῦ θεοῦ, ὡς φησίν· οὐ διὰ τοῦτό γ᾽, ἀλλ’ ἐστιγμένος πρὸ τοῦ μετώπου παραπέτασμ’ αὐτὴν ἔχει. οὗτος ἀποκρίνετ᾽, ἂν ἐρωτήσῃς ‘πόσου ὁ λάβραξ’, ‘δέκ’ ὀβολῶν’, οὐχὶ προσθεὶς ὁποδαπῶν. ἔπειτ’ ἐὰν τἀργύριον αὐτῷ καταβάλῃς, ἐπράξατ’ Αἰγιναῖον· ἂν δ’ αὐτὸν δέῃ κέρματ’ ἀποδοῦναι, προσαπέδωκεν Ἀττικά. κατ’ ἀμφότερα δὲ τὴν καταλλαγὴν ἔχει. Ξέναρχος Πορφύρᾳ (II 470 K)· οἱ μὲν ποιηταὶ (φησι) λῆρός εἰσιν· οὐδὲ ἓν καινὸν γὰρ εὑρίσκουσιν, ἀλλὰ μεταφέρει ἕκαστος αὐτῶν ταὔτ’ ἄνω τε καὶ κάτω. τῶν δ’ ἰχθυοπωλῶν φιλοσοφώτερον γένος οὐκ ἔστιν οὐδὲν οὐδὲ μᾶλλον ἀνόσιον. ἐπεὶ γὰρ αὐτοῖς οὐκέτ’ ἔστ’ ἐξουσία ῥαίνειν, ἀπείρηται δὲ τοῦτο τῷ νόμῳ, εἷς τις θεοῖσιν ἐχθρὸς ἄνθρωπος πάνυ ξηραινομένους ὡς εἶδε τοὺς ἰχθῦς, μάχην ἐποίησ’ ἐν αὐτοῖς ἐξεπίτηδες εὖ πάνυ. ἦσαν δὲ πληγαί, καιρίαν δ’ εἰληφέναι δόξας καταπίπτει καὶ λιποψυχεῖν δοκῶν ἔκειτο μετὰ τῶν ἰχθύων. βοᾷ δέ τις ‘ὕδωρ ὕδωρ.’ ὃ δ’ εὐθὺς ἐξάρας πρόχουν τῶν ὁμοτέχνων τις τοῦ μὲν ἀκαρῆ παντελῶς κατέχει, κατὰ δὲ τῶν ἰχθύων ἁπαξάπαν. εἴποις γ’ ἂν αὐτοὺς ἀρτίως ἡλωκέναι.