Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 6

65 τοιοῦτοι τότ’ ἐγένοντο οἱ Ἀθηναῖοι κολακείας θηρίου χαλεπωτάτου λύσσαν ἐμβαλούσης αὐτῶν τῇ πόλει· ἣν ὁ μὲν Πύθιος ἑστίαν τῆς Ἑλλάδος ἀνεκήρυξε, πρυτανεῖον δὲ Ἑλλάδος ὁ δυσμενέστατος Θεόπομπος ὁ φήσας ἐν ἄλλοις (FHG I 328) πλήρεις εἶναι τὰς Ἀθήνας Διονυσοκολάκων καὶ ναυτῶν καὶ λωποδυτῶν, ἔτι δὲ ψευδομαρτύρων καὶ συκοφαντῶν καὶ ψευδοκλητήρων. οὓς ἐγὼ πείθομαι ὡς ἐπομβρίαν ἤ τι δεινὸν ἐκ θεοῦ τὴν προειρημένην πᾶσαν εἰσηγήσασθαι κολακείαν. περὶ ἧς καλῶς ὁ Διογένης ἔλεγε πολὺ κρεῖττον εἶναι ἐς κόρακας ἀπελθεῖν ἢ ἐς κόλακας, οἳ ζῶντας ἔτι τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν κατεσθίουσι. φησὶ γοῦν καὶ Ἀναξίλας ἐν .... (II 274 K)· οἱ κόλακές εἰσι τῶν ἐχόντων οὐσίας σκώληκες. εἰς οὖν ἄκακον ἀνθρώπου τρόπον εἰσδὺς ἕκαστος ἐσθίει καθήμενος, ἕως ἂν ὥσπερ πυρὸν ἀποδείξῃ κενόν. ἔπειθ’ ὃ μὲν λέμμ’ ἐστίν, ὃ δ’ ἕτερον δάκνει. Πλάτων τ’ ἐν Φαίδρῳ φησί (p. 240 b)· ‘κόλακι, δεινῷ θηρίῳ καὶ βλάβῃ μεγάλῃ, ὅμως ἐπέμιξεν ἡ φύσις ἡδονήν τινα οὐκ ἄμουσον.’ Θεόφραστος δ’ ἐν τῷ περὶ κολακείας (fr. 83 W) φησίν, ὡς Μύρτις ὁ Ἀργεῖος Κλεώνυμον τὸν χορευτὴν ἅμα καὶ κόλακα προσκαθίζοντα πολλάκις αὐτῷ καὶ τοῖς συνδικάζουσι, βουλόμενον δὲ καὶ μετὰ τῶν κατὰ τὴν πόλιν ἐνδόξων ὁρᾶσθαι, λαβόμενος τοῦ ὠτὸς καὶ ἕλκων αὐτὸν ἐκ τοῦ συνεδρίου πολλῶν παρόντων εἶπεν· ‘οὐ χορεύσεις ἐνθάδε οὐδ’ ἁμῶν ἀκούσει.’ Δίφιλος δ’ ἐν Γάμῳ φησίν (II 547 K)· ὁ γὰρ κόλαξ καὶ στρατηγὸν καὶ δυνάστην καὶ φίλους καὶ τὰς πόλεις ἀνατρέπει λόγῳ κακούργῳ μικρὸν ἡδύνας χρόνον. νῦν δὲ καὶ καχεξία τις ὑποδέδυκε τοὺς ὄχλους, αἱ κρίσεις θ’ ἡμῶν νοσοῦσι, καὶ τὸ πρὸς χάριν πολύ. διὸ καὶ Θετταλοὶ καλῶς ποιήσαντες κατέσκαψαν τὴν καλουμένην πόλιν Κολακείαν, ἣν Μηλιεῖς ἐνέμοντο, ὥς φησι Θεόπομπος ἐν τῇ τριακοστῇ (FHG I 310).

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi