Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 6

71 ἀλλ’ οὐ Λεύκων τοιοῦτος ἦν ὁ Ποντικὸς τύραννος, ὃς ἐπεὶ συχνοὺς τῶν φίλων ᾔσθετο σεσυλημένους ὑπό τινος τῶν περὶ αὑτὸν κολάκων, συνιδὼν τὸν ἄνθρωπον διαβάλλοντά τινα τῶν λοιπῶν φίλων ‘ἀπέκτεινα ἄν, εἶπέν, σε νὴ τοὺς θεούς, εἰ μὴ πονηρῶν ἀνδρῶν ἡ τυραννὶς ἐδεῖτο.’ Ἀντιφάνης δ’ ὁ κωμῳδιοποιὸς ἐν Στρατιώτῃ τὰ ὅμοια λέγει περὶ τῆς τῶν ἐν Κύπρῳ βασιλέων τρυφῆς. ποιεῖ δέ τινα ἀναπυνθανόμενον στρατιώτου τάδε (II 97 K)· ἐν Κύπρῳ φής, εἰπέ μοι, διήγετε πολὺν χρόνον; Β. τὸν πάνθ’ ἕως ἦν ὁ πόλεμος. Α. ἐν τίνι τόπῳ μάλιστα; λέγε γάρ. Β. ἐν Πάφῳ· οὗ πρᾶγμα τρυφερὸν διαφερόντως ἦν ἰδεῖν, ἄλλως τ’ ἄπιστον. Α. ποῖον; Β. ἐρριπίζετο ὑπὸ τῶν περιστερῶν, ὑπ’ ἄλλου δ’ οὐδενὸς δειπνῶν ὁ βασιλεύς. Α. πῶς; ἐάσας τἄλλα γὰρ ἐρήσομαί σε τοῦθ᾽. Β. ὅπως; ἠλείφετο ἐκ τῆς Συρίας ἥκοντι τοιούτῳ μύρῳ, καρποῦ σύχν’ οἵου φασὶ τὰς περιστερὰς τρώγειν. διὰ τὴν ὀσμὴν δὲ τούτου πετόμεναι παρῆσαν οἷαί τ’ ἦσαν ἐπικαθιζάνειν ἐπὶ τὴν κεφαλήν· παῖδες δὲ παρακαθήμενοι ἐσόβουν. ἀπαίρουσαι δὲ μικρόν, οὐ πολὺ τοῦ μήτ’ ἐκεῖσε μήτε δεῦρο παντελῶς οὕτως ἀνερρίπιζον ὥστε σύμμετρον αὐτῷ τὸ πνεῦμα, μὴ περίσκληρον ποιεῖν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi