Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 6

72 εἴη οὖν ἂν ὁ τοῦ προειρημένου μειρακίου κόλαξ μαλακοκόλαξ, ὥς φησιν ὁ Κλέαρχος· πρὸς γάρ τοι τῷ οὕτω κολακεύειν καὶ τὸ σχῆμα τῶν κολακευομένων ἐπακολουθῶν ἀποπλάττεται παραγκωνίζων καὶ σπαργανῶν ἑαυτόν τοῖς τριβωναρίοις. ὅθεν αὐτὸν οἱ μὲν παραγκωνιστήν, οἱ δὲ σχηματοθήκην καλοῦσι. κατ’ ἀλήθειαν γὰρ ὁ κόλαξ ἔοικεν εἶναι τῷ Πρωτεῖ ὁ αὐτός. γίγνεται γοῦν παντοδαπὸς οὐ μόνον κατὰ τὴν μορφήν, ἀλλὰ καὶ κατὰ τοὺς λόγους· οὕτω ποικιλόφωνός τις ἐστίν. Ἀνδροκύδης δ’ ὁ ἰατρὸς ἔλεγε τὴν κολακείαν ἔχειν τὴν ἐπωνυμίαν ἀπὸ τοῦ προσκολλᾶσθαι ταῖς ὁμιλίαις ἐμοὶ δὲ δοκεῖ διὰ τὴν εὐκολίαν τε καὶ τὴν εὐχέρειαν ὅτι πάντα ὑποδύεται, ὡς δή τις ὑποστατικὸς νωταγωγῶν τῷ τῆς ψυχῆς ἤθει καὶ οὐ βαρυνόμενος οὐδενὶ τῶν αἰσχρῶν. οὐκ ἂν διαμάρτοι δέ τις τὸν τοῦ μειρακίου τούτου τοῦ Κυπρίου βίον ὑγρὸν ὀνομάζων οὗ πολλοὺς καὶ διδασκάλους φησὶν εἶναι Ἀθήνησιν Ἄλεξις ἐν Πυραύνῳ λέγων οὕτως· πεῖραν ἐπεθύμουν θατέρου βίου λαβεῖν, ὃν πάντες εἰώθασιν ὀνομάζειν ὑγρόν. τρεῖς ἐν Κεραμεικῷ περιπατήσας ἡμέρας διδασκάλους ἐξεῦρον οὗ λέγω βίου ἴσως τριάκοντ’ ἀφ’ ἑνὸς ἐργαστηρίου. καὶ Κρώβυλος ἐν Ἀπολιπούσῃ · πάλιν ἡ τοῦ βίου ὑγρότης μέ σου τέθλιφε· τὴν ἀσωτίαν ὑγρότητα γὰρ νῦν προσαγορεύουσίν τινες.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi