Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 6

73 Ἀντιφάνης δ’ ἐν Λημνίαις τέχνην τινὰ εἶναι ὑποτίθεται τὴν κολακείαν ἐν οἷς λέγει· εἶτ’ ἔστιν ἢ γένοιτ’ ἂν ἡδίων τέχνη ἢ πρόσοδος ἄλλη τοῦ κολακεύειν εὐφυῶς; ὁ ζωγράφος πονεῖ τι καὶ πικραίνεται, ὁ γεωργὸς ἐν ὅσοις ἐστὶ κινδύνοις πάλιν πρόσεστι πᾶσιν ἐπιμέλεια καὶ πόνος. ἡμῖν δὲ μετὰ γέλωτος ὁ βίος καὶ τρυφῆς· οὗ γὰρ τὸ μέγιστον ἔργον ἐστὶ παιδιά, ἁδρὸν γελάσαι, σκῶψαὶ τιν᾽, ἐμπιεῖν πολύν, οὐχ ἡδύ; ἐμοὶ μὲν μετὰ τὸ πλουτεῖν δεύτερον. κεχαρακτήρικε δὲ ὡς ἔνι μάλιστα ἐπιμελῶς τὸν κόλακα Μένανδρος ἐν τῷ ὁμωνύμῳ δράματι, ὡς καὶ τὸν παράσιτον Δίφιλος ἐν Τελεσίᾳ. Ἄλεξις δ’ ἐν Καταψευδομένῳ λέγοντά τινα κόλακα τοιαῦτα παρεισάγων φησίν εὐδαίμων ἐγώ, μὰ τὸν Δία τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, οὐχ ὅτι ἐν τοῖς γάμοισιν, ἄνδρες, εὐωχήσομαι, ἀλλ’ ὅτι διαρραγήσομ’ ἂν θεὸς θέλῃ; τούτου δέ μοι γένοιτο τοῦ θανάτου τυχεῖν. δοκεῖ δέ μοι οὗτος, ἄνδρες φίλοι, ὁ καλὸς γάστρις οὐκ ἂν ὠκνηκέναι εἰπεῖν καὶ τὰ ἐξ Ὀμφάλης Ἴωνος τοῦ τραγῳδιοποιοῦ· ἐνιαυσίαν γὰρ δεῖ με τὴν ἑορτὴν ἄγειν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi