Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 6

7 ὅτι δὲ καὶ νεκροὺς πωλοῦσι τοὺς ἰχθῦς καὶ σεσηπότας ἐπισημαίνεται ὁ Ἀντιφάνης ἐν Μοιχοῖς διὰ τούτων οὐκ ἔστιν οὐδὲν θηρίον τῶν ἰχθύων ἀτυχέστερον. τὸ μὴ γὰρ ἀποχρῆν ἀποθανεῖν αὐτοῖς ἁλοῦσιν, εἶτα κατεδηδεσμένοις εὐθὺς ταφῆναι, παραδοθέντες ἄθλιοι τοῖς ἰχθυοπώλαις τοῖς κακῶς ἀπολουμένοις σήπονθ᾽, ἕωλοι κείμενοι δύ’ ἡμέρας ἢ τρεῖς, μόλις δ’ ἐὰν ποτ’ ὠνητὴν τυφλὸν λάβωσ᾽, ἔδωκαν τῶν νεκρῶν ἀναίρεσιν τούτῳ· κομίσας δ’ ἐξέβαλεν οἴκαδε, τὴν πεῖραν ἐν τῇ ῥινὶ τῆς ὀδμῆς λαβών. ἐν δὲ Φιλοθηβαίῳ φησὶν οὐ δεινὸν ἐστι, προσφάτους μὲν ἂν τύχῃ πωλῶν τις ἰχθῦς, συναγαγόντα τὰς ὀφρῦς τοῦτον σκυθρωπάζοντὰ θ’ ἡμῖν προσλαλεῖν, ἐὰν σαπροὺς κομιδῇ δέ, παίζειν καὶ γελᾶν; τοὐναντίον γὰρ πᾶν ἔδει τούτους ποιεῖν· τὸν μὲν γελᾶν, τὸν δ’ ἕτερον οἰμώζειν μακρά. ὅτι δὲ καὶ παμπόλλου πιπράσκουσιν Ἄλεξις ἐν Πυλαίαις φησὶν ι νὴ τὴν Ἀθηνᾶν, ἀλλ’ ἐγὼ τεθαύμακα τοὺς ἰχθυοπώλας, πῶς ποτ’ οὐχὶ πλούσιοι ἅπαντές εἰσι λαμβάνοντες βασιλικοὺς φόρους· β. φόρους μόνον; οὐχὶ δεκατεύουσι γὰρ τὰς οὐσίας ἐν ταῖς πόλεσι καθήμενοι, ὅλας δ’ ἀφαιροῦνται καθ’ ἑκάστην ἡμέραν;
8 κἀν τῷ Λέβητι δέ φησιν ὁ αὐτὸς ποιητής· οὐ γέγονε κρείττων νομοθέτης τοῦ πλουσίου Ἀριστονίκου τίθησι γὰρ νυνὶ νόμον, τῶν ἰχθυοπωλῶν ὅστις ἂν πωλῶν τινι ἰχθὺν ὑποτιμήσας ἀποδῶτ’ ἐλάττονος ἧς εἶπε τιμῆς, εἰς τὸ δεσμωτήριον εὐθὺς ἀπάγεσθαι τοῦτον, ἵνα δεδοικότες τῆς ἀξίας ἀγαπῶσιν ἢ τῆς ἑσπέρας σαπροὺς ἅπαντας ἀποφέρωσιν οἴκαδε. κἀνταῦθα καὶ γραῦς καὶ γέρων καὶ παιδίον πέμπτης ἅπαντες ἀγοράσουσι κατὰ τρόπον. καὶ προελθὼν δέ φησιν οὐ γέγονε μετὰ Σόλωνα κρείττων οὐδὲ εἷς Ἀριστονίκου νομοθέτης ι τὰ τ’ ἄλλα γὰρ νενομοθέτηκε πολλὰ καὶ παντοῖα δὴ νυνί τε καινὸν εἰσφέρει νόμον τινὰ χρυσοῦν, τὸ μὴ πωλεῖν καθημένους ἔτι τοὺς ἰχθυοπώλας, διὰ τέλους δ᾽ ἑστηκότας· εἶτ’ εἰς νέωτά φησι γράψειν κρεμαμένους, καὶ θᾶττον ἀποπέμψουσι τοὺς ὠνουμένους ἀπὸ μηχανῆς πωλοῦντες ὥσπερ οἱ θεοί.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi