Kitap 6
80
τῇ δ’ ἀλαζονείᾳ μετὰ τὴν κολακείαν χώραν δίδωσιν Ἀναξανδρίδης ὁ κωμῳδιοποιὸς ἐν Φαρμακομάντει λέγων οὕτως (II 157 K)· ὅτι εἴμ’ ἀλαζὼν τοῦτ’ ἐπιτιμᾷς; ἀλλὰ τί; νικᾷ γὰρ αὕτη τὰς τέχνας πάσας πολὺ μετὰ τὴν κολακείαν· ἥδε μὲν γὰρ διαφέρει. ψωμοκόλακος δὲ μνημονεύει Ἀριστοφάνης ἐν Γηρυτάδῃ οὕτως (I 432 K)· ψίθυρός τ’ ἐκαλοῦ καὶ ψωμοκόλαξ. καὶ Σαννυρίων Ἰοῖ (I 795 K)· φθείρεσθ’ ἐπίτριπτοι ψωμοκόλακες. Φιλήμων Ἀνανεουμένῃ (II 480 K)· ψωμοκόλαξ δ’ ἔσθ’ οὗτος. Φιλιππίδης δ’ ἐν Ἀνανεώσει (IV 469 M)· ψωμοκολακεύων καὶ παρεισιὼν ἀεί. κυρίως δ’ ὁ κόλαξ ἐπὶ τούτου κεῖται· κόλον γὰρ ἡ τροφή, ὅθεν καὶ ὁ βουκόλος καὶ ὁ δύσκολος, ὅς ἐστι δυσάρεστος καὶ σικχός, κοιλία τε ἡ τὴν τροφὴν δεχομένη. ψωμοκόλαφον δ’ εἴρηκε Δίφιλος ἐν Θησεῖ οὕτως (II 557 K)· σὲ μὲν καλοῦσι ψωμοκόλαφον δραπέτην.’