Kitap 6
82
Διευχίδας δ’ ἐν τοῖς Μεγαρικοῖς (FHG IV 389)... τὰς καλουμένας, φησίν, Ἀραιὰς (μεταξὺ δὲ τῆς Κνιδίας καὶ τῆς Σύμης εἰσι) γενομένης διαφορᾶς τοῖς συνεξορμήσασι τῷ Τριόπᾳ μετὰ τὸν ἐκείνου θάνατον καὶ τῶν μὲν εἰς τὸ Δώτιον ἀναχωρησάντων, ... οἳ μὲν μετὰ Φόρβαντος μείναντες εἰς Ἰηλυσὸν ἦλθον, οἳ δὲ μετὰ Περιέργου τὴν Καμιρίδα κατέσχον. τότε λέγεται καταράσασθαι τὸν Περίεργον τῷ Φόρβαντι καὶ διὰ τοῦτο τὰς νήσους Ἀραιὰς κληθῆναι. ναυαγήσας δ’ ὁ Φόρβας καὶ Παρθενία ἡ τοῦ Φόρβαντος καὶ τοῦ Περιέργου ἀδελφὴ διενήξαντο εἰς Ἰηλυσὸν περὶ τὸν καλούμενον τόπον Σχεδίαν. καὶ αὐτοῖς περιτυχὼν Θαμνεύς, ὃς ἐτύγχανε κατὰ τὴν Σχεδίαν κυνηγετῶν, ἦγεν ὡς ξενίσων εἰς οἶκον καὶ τὸν οἰκέτην ἀπέστειλεν ἀπαγγελοῦντα τῇ γυναικὶ τἀπιτήδεια παρασκευάζειν ὡς ἄγοντος αὐτοῦ ξένους. ἐλθὼν δ’ εἰς οἶκον ὡς οὐδὲν εὗρε παρεσκευασμένον αὐτὸς ἐπιβαλὼν τὸν σῖτον ἐπὶ τὸν ἀλετῶνα καὶ τἄλλα τἀκόλουθα ἐπιτελέσας ἐξένισεν αὐτούς. καὶ ὁ Φόρβας οὕτως ἐπὶ τῷ ξενισμῷ ἥσθη ὡς καὶ τὸν βίον τελευτῶν ἐπέσκηψε τοῖς φίλοις δι’ ἐλευθέρων τοὺς ἐναγισμοὺς ἐπιτελεῖν αὐτῷ· καὶ τὸ ἔθος διαμένειν ἐν τῇ θυσίᾳ τοῦ Φόρβαντος. ἐλεύθεροι γάρ εἰσιν οἱ διακονοῦντες, δούλῳ δὲ προσελθεῖν οὔκ ἐστιν ὅσιον.’
83
ἐπεὶ δὲ καὶ τοῦτ’ ἐστι τῶν ὑπὸ τοῦ Οὐλπιανοῦ προβεβλημένων, καὶ τὸ περὶ τοὺς οἰκέτας, φέρε εἴπωμέν τι καὶ ἡμεῖς ἀναπεμπασάμενοι περὶ αὐτῶν ἐξ ὧν πάλαι τυγχάνομεν ἀνεγνωκότες. Φερεκράτης μὲν γὰρ ἐν Ἀγρίοις φησίν (I 147 K)· οὐ γὰρ ἦν τότ’ οὔτε Μάνης οὔτε Σηκὶς οὐδενὶ δοῦλος, ἀλλ’ αὐτὰς ἔδει μοχθεῖν ἅπαντ’ ἐν οἰκίᾳ. εἶτα πρὸς τούτοισιν ἤλουν ὄρθριαι τὰ σιτία, ὥστε τὴν κώμην ὑπηχεῖν θιγγανουσῶν τὰς μύλας. καὶ Ἀναξανδρίδης δὲ ἐν Ἀγχίσῃ φησίν (II 137 K)· οὐκ ἔστι δούλων, ὦγάθ᾽, οὐδαμοῦ πόλις, τύχη δὲ πάντῃ μεταφέρει τὰ σώματα. πολλοὶ δὲ νῦν μέν εἰσιν οὐκ ἐλεύθεροι, εἰς αὔριον δὲ Σουνιεῖς, εἶτ’ εἰς τρίτην ἀγορᾷ κέχρηνται. τὸν γὰρ οἴακα στρέφει δαίμων ἑκάστῳ.