Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 6

84 Ποσειδώνιος δέ φησιν ὁ ἀπὸ τῆς στοᾶς ἐν τῇ τῶν ἱστοριῶν ἑνδεκάτῃ πολλούς τινας ἑαυτῶν οὐ δυναμένους προίστασθαι διὰ τὸ τῆς διανοίας ἀσθενὲς ἐπιδοῦναι ἑαυτοὺς εἰς τὴν τῶν συνετωτέρων ὑπηρεσίαν, ὅπως παρ’ ἐκείνων τυγχάνοντες τῆς εἰς τὰ ἀναγκαῖα ἐπιμελείας αὐτοὶ πάλιν ἀποδιδῶσιν ἐκείνοις δι’ αὑτῶν ἅπερ ἂν ὦσιν ὑπηρετεῖν δυνατοί, καὶ τούτῳ τῷ τρόπῳ Μαριανδυνοὶ μὲν Ἡρακλεώταις ὑπετάγησαν, διὰ τέλους ὑποσχόμενοι θητεύσειν παρέχουσιν αὐτοῖς τὰ δέοντα, προσδιαστειλάμενοι μηδενὸς αὐτῶν ἔσεσθαι πρᾶσιν ἔξω τῆς Ἡρακλεωτῶν χώρας, ἀλλ’ ἐν αὐτῇ μένειν τῇ ἰδίᾳ χώρᾳ. τάχ’ οὖν διὰ τοῦτο καὶ Εὐφορίων ὁ ἐποποιὸς τοὺς Μαριανδυνοὺς δωροφόρους κέκληκε· δωροφόροι καλεοίαθ’ ὑποφρίσσοντες ἄνακτας. λέγει δὲ καὶ Καλλίστρατος ὁ Ἀριστοφάνειος ὅτι τοὺς Μαριανδυνοὺς ὠνόμαζον μὲν δωροφόρους ἀφαιροῦντες τὸ πικρὸν τῆς ἐπί τῶν οἰκετῶν προσηγορίας, καθάπερ Σπαρτιᾶται μὲν ἐποίησαν ἐπὶ τῶν εἱλώτων, Θετταλοὶ δ’ ἐπὶ τῶν πενεστῶν, Κρῆτες δ’ ἐπὶ τῶν κλαρωτῶν. καλοῦσι δὲ οἱ Κρῆτες τοὺς μὲν κατὰ πόλιν οἰκέτας χρυσωνήτους, ἀμφαμιώτας δὲ τοὺς κατ’ ἀγρὸν ἐγχωρίους μὲν ὄντας, δουλωθέντας δὲ κατὰ πόλεμον διὰ τὸ κληρωθῆναι δὲ κλαρώτας. ὁ Ἔφορος δ’ ἐν γ᾽ ἱστοριῶν κλαρώτας, φησί, Κρῆτες καλοῦσι τοὺς δούλους ἀπὸ τοῦ γενομένου περὶ αὐτῶν κλήρου, τούτοις δ’ εἰσὶ νενομισμέναι τινὲς ἑορταὶ ἐν Κυδωνίᾳ, ἐν αἷς οὐκ εἰσίασιν εἰς τὴν πόλιν ἐλεύθεροι, ἀλλ’ οἱ δοῦλοι πάντων κρατοῦσι καὶ κύριοι μαστιγοῦν εἰσι τοὺς ἐλευθέρους Σωσικράτης δ’ ἐν δευτέρῳ Κρητικῶν τὴν μὲν κοινήν, φησί, δουλείανοἱ Κρῆτες καλοῦσι μνοίαν, τὴν δὲ ἰδίαν ἀφαμιώτας, τοὺς δὲ ὑπηκόους περιοίκους. τὰ παραπλήσια ἱστορεῖ καὶ Δωσιάδας ἐν δ# Κρητικῶν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi