Kitap 6
9
ἐμφανίζει δ’ αὐτῶν καὶ τὸ σκαιόν, ἔτι δὲ μισάνθρωπον Ἀντιφάνης ἐν Μισοπονήρῳ πρὸς τοὺς ἐν τῷ βίῳ κακίστους τὴν σύγκρισιν αὐτῶν ποιούμενος διὰ τούτων εἶτ’ οὐ σοφοὶ δῆτ’ εἰσὶν οἱ Σκύθαι σφόδρα, οἳ γενομένοισιν εὐθέως τοῖς παιδίοις διδόασιν ἵππων καὶ βοῶν πίνειν γάλα; β. οὐ μὰ Δία τιτθὰς εἰσάγουσι βασκάνους καὶ παιδαγωγοὺς αὖθις, ὧν μεῖζον κακὸν οὐκ ἂν γένοιτο. α. μετά γε μαίας νὴ Δία· αὗται δ’ ὑπερβάλλουσι. β. μετά γε νὴ Δία τοὺς μητραγυρτοῦντάς, τὸ πολὺ γὰρ αὖ γένος μιαρώτατον τοῦτ’ ἐστίν. α. εἰ μὴ νὴ Δία τοὺς ἰχθυοπώλας τις λέγειν μιαρωτάτους βούλοιτο. β. μετά γε τοὺς τραπεζίτας· ἔθνος τούτου γὰρ οὐδέν ἐστιν ἐξωλέστερον.
10
οὐκ ἀπιθάνως δὲ καὶ Δίφιλος ἐν Ἐμπόρῳ περὶ τοῦ παμπόλλου πιπράσκεσθαι τοὺς ἰχθῦς λέγει ὧδε· οὐ πώποτ’ ἰχθῦς οἶδα τιμιωτέρους ἰδών. Πόσειδον, εἰ δεκάτην ἐλάμβανες αὐτῶν ἀπὸ τῆς τιμῆς ἑκάστης ἡμέρας, πολὺ τῶν θεῶν ἂν ἦσθα πλουσιώτατος. ὅμως δὲ τούτων εἴ με προσγελάσειέ τις, ἐδίδουν στενάξας ὁπόσον αἰτήσειέ με. γόγγρον μὲν, ὥσπερ ὁ Πρίαμος τὸν Ἕκτορα, ὅσον εἵλκυσεν τοσοῦτο καταθεὶς ἐπριάμην. Ἄλεξις δ’ ἐν Ἑλληνίδι· ἀεὶ δὲ καὶ ζῶντ’ ἐστὶ καὶ τεθνηκότα τἀν τῇ θαλάττῃ πολέμι’ ἡμῖν θηρία. ἂν ἀνατραπῇ γὰρ πλοῖον, εἶθ᾽, ὡς γίνεται, ληφθῇ νέων τις, καταπεπώκασ’ εὐθέως. αὐτοὶ τ’ ἐπὰν ληφθῶσιν ὑπὸ τῶν ἁλιέων, τεθνεῶτες ἐπιτρίβουσι τοὺς ὠνουμένους. τῆς οὐσίας γάρ εἰσιν ἡμῶν ὤνιοι, ὁ πριάμενός τε πτωχὸς εὐθὺς ἀποτρέχει, ἐξ ὀνόματος δ’ ἰχθυοπώλου μνημονεύει Ἑρμαίου Αἰγυπτίου Ἄρχιππος ἐν Ἰχθύσιν οὕτως· Αἰγύπτιος μιαρώτατος τῶν ἰχθύων κάπηλος Ἑρμαῖος, ὃς βίᾳ δέρων ῥίνας γαλεούς τε πωλεῖ καὶ τοὺς λάβρακας ἐντερεύων, ὡς λέγουσιν ἡμῖν. καὶ Ἄλεξις δ’ ἐν Ἐπικλήρῳ Μικίωνος ἰχθυοπώλου τινος μνημονεύει.