Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 6

94 οἱ δὲ τῆς ἀρχαίας κωμῳδίας ποιηταὶ περὶ τοῦ ἀρχαίου βίου διαλεγόμενοι ὅτι οὐκ ἦν τότε δούλων χρεία τοιάδε ἐκτίθενται· Κρατῖνος μὲν ἐν Πλούτοις (I 64 K)· οἷς δὴ βασιλεὺς Κρόνος ἦν τὸ παλαιόν, ὅτε τοῖς ἄρτοις ἠστραγάλιζον, μᾶζαι δ’ ἐν ταῖσι παλαίστραις Αἰγιναῖαι κατεβέβληντο δρυπεπεῖς βώλοις τε κομῶσαι. Κράτης δ’ ἐν Θηρίοις (I 133 K)· ἔπειτα δοῦλον οὐδὲ εἷς κεκτήσετ’ οὐδὲ δούλην, ἀλλ’ αὐτὸς αὑτῷ δῆτ’ ἀνὴρ γέρων διακονήσει; Β. οὐ δῆθ᾽· ὁδοιποροῦντα γὰρ τὰ πάντ’ ἐγὼ ποιήσω. Α. τί δῆτα τοῦτ’ αὐτοῖς πλέον; Β. πρόσεισιν αὔθ᾽ ἕκαστον τῶν σκευαρίων, ὅταν καλῇ τι· παρατίθου τράπεζα· αὕτη παρασκεύαζε σαυτήν. μάττε θυλακίσκε. ἔγχει κύαθε. ποὖσθ’ ἡ κύλιξ; διάνιζ’ ἰοῦσα σαυτήν. ἀνάβαινε μᾶζα. τὴν χύτραν χρῆν ἐξερᾶν τὰ τεῦτλα. ἰχθύ, βάδιζ᾽. ἀλλ’ οὐδέπω ᾽πὶ θάτερ’ ὀπτός εἰμι. οὔκουν μεταστρέψας σεαυτὸν ἁλὶ πάσεις ἀλείφων; ἑξῆς δὲ μετὰ ταῦτα ὁ τὸν ἐναντίον τούτῳ παραλαμβάνων λόγον φησίν· ἀλλ’ ἀντίθες τοι· ἐγὼ γὰρ αὐτὰ τἄμπαλιν τὰ θερμὰ λουτρὰ πρῶτον ἄξω τοῖς ἐμοῖς ἐπὶ κιόνων, ὥσπερ διὰ τοῦ Παιωνίου, ἀπὸ τῆς θαλάττης, ὥσθ’ ἑκάστῳ ῥεύσεται εἰς τὴν πύελον· ἐρεῖ δὲ θὔδωρ ‘ἀνέχετε’. εἶτ’ ἁλάβαστος εὐθέως ἥξει μύρου αὐτόματος ὁ σπόγγος τε καὶ τὰ σάνδαλα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi